Ο ΑΠΟΣΤΟΛΟΣ Προς Τιμόθεον Β΄επιστολή (δ΄ 5-8)Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν…
ΑΠΟΣΤΟΛΟΣ Προς Εβραίους (ια΄ 9-10, 24-26, 32-40)
Ἀδελφοί,
(9-10) Πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
(24-26) Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
(32-40) Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί,
(9-10) Μὲ τὴν πίστιν κατῴκησε ὁ Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας σὰν ξένος σὲ μιὰ ξένη χώρα, ζῶν σὲ σκηνές, μαζὶ μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, οἱ ὁποῖοι ἦσαν συγκληρονόμοι τῆς ἰδίας ὑποσχέσεως, διότι ἐπερίμενε τὴν πόλιν, ἡ ὁποία εἶχε στερεὰ θεμέλια καὶ τῆς ὁποίας ἀρχιτέκτων καὶ δημιουργὸς εἶναι ὁ Θεός.
(24-26) Μὲ τὴν πίστιν ὁ Μωϋσῆς, ὅταν ἐμεγάλωσε, ἀρνήθηκε νὰ ὀνομάζεται υἱὸς τῆς θυγατρὸς τοῦ Φαραώ, διότι ἐπροτίμησε μᾶλλον νὰ ὑποφέρῃ μαζὶ μὲ τὸν λαὸν τοῦ Θεοῦ παρὰ νὰ ἔχῃ τὴν πρόσκαιρη ἀπόλαυση ἁμαρτωλῶν πραγμάτων. Ἐθεώρησε μεγαλύτερον πλοῦτον ἀπὸ τοὺς θησαυροὺς τῆς Αἰγύπτου τὸν ἐξευτελισμὸν τοῦ Χριστοῦ, καθ’ ὅσον ἀπέβλεπε εἰς τὴν ἀνταπόδοσιν.
(32-40) Καὶ τί ἀκόμη νὰ πῶ; Δὲν μοῦ ἐπιτρέπει ὁ χρόνος νὰ σᾶς διηγηθῶ διὰ τὸν Γεδεών, τὸν Βαράκ, τὸν Σαμψών, τὸν Ἰεφθάε, τὸν Δαυΐδ καὶ Σαμουὴλ καὶ τοὺς προφήτας, οἱ ὁποῖοι μὲ τὴν πίστιν ἀνέτρεψαν βασίλεια, ἔκαναν ἔργα δικαιοσύνης, ἐπέτυχαν τὴν πραγματοποίησιν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων, ἔσβησαν τὴν δύναμιν φωτιᾶς, διέφυγαν τὴν σφαγήν, ἔγιναν ἀπὸ ἀδύνατοι δυνατοί, ἔγιναν ἰσχυροὶ σὲ καιρὸν πολέμου, ἔτρεψαν εἰς φυγὴν παρατάξεις τῶν ἐχθρῶν. Γυναῖκες ἔλαβαν τοὺς νεκρούς των δι’ ἀναστάσεως, ἄλλοι δὲ ἐβασανίσθησαν καὶ δὲν ἐδέχθησαν νὰ ἀφεθοῦν ἐλεύθεροι, διὰ νὰ ἐπιτύχουν μίαν ἄλλην καλυτέραν ἀνάστασιν. Ἄλλοι ἐδοκιμάσθησαν μὲ ἐμπαιγμοὺς καὶ μαστίγωσιν, ἀκόμη δὲ καὶ μὲ δεσμὰ καὶ φυλακήν. Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ὑπέστησαν πολλὰς δοκιμασίας, ἐθανατώθησαν μὲ μάχαιραν, περιπλανῶντο φοροῦντες δέρματα προβάτων καὶ δέρματα αἰγῶν, ἐστεροῦντο, ὑπέφεραν θλίψεις καὶ κακουχίας, (ἄνθρωποι διὰ τοὺς ὁποίους δὲν ἦτο ἄξιος ὁ κόσμος), ἐπλανῶντο σὲ ἐρήμους καὶ σὲ βουνὰ, σὲ σπήλαια καὶ σὲ τρύπες τῆς γῆς.
Ὅλοι αὐτοί, ἂν καὶ εἶχαν καλὴν μαρτυρίαν διὰ τὴν πίστιν τους, δὲν ἔλαβαν ὅ,τι εἶχε ὑποσχεθεῖ ὁ Θεός, διότι εἶχε ὁ Θεὸς προβλέψει κάτι καλύτερον ἀναφορικῶς μ’ ἐμᾶς διὰ νὰ μὴ φθάσουν ἐκεῖνοι εἰς τὴν τελειότητα χωρὶς ἐμᾶς.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Ματθαίον (α΄1-25)
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός.
Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Ἀπόδοση στη νεοελληνική:
Βιβλίο τῆς ἱστορίας τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ Δαυὶδ, τοῦ υἱοῦ τοῦ Ἀβραάμ.
Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰούδα καὶ τοὺς ἀδεφλούς του, ὁ Ἰούδας ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπὸ τὴν Θαμάρ, ὁ Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ, ὁ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, ὁ Σαλμὼν ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν Ραχάβ, ὁ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ ἀπὸ τὴν Ρούθ, ὁ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, ὁ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα.
Ὁ Δαυὶδ ὁ βασιλεύς ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν σύζυγον τοῦ Οὐρία, ὁ Σολομὼν ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ ἐγέννησε τὸν Ἀσά, ὁ Ἀσὰ ἐγέννησε τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ ἐγέννησε τὸν Ὀζιάν, ὁ Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεκίαν, ὁ Ἐζεκίας ἐγέννησε τὸν Μανασσῆν, ὁ Μανασσῆς ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν ἐγέννησε τὸν Ἰωσίαν, ὁ Ἰωσίας ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφούς του κατὰ τὴν ἐποχὴν τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα.
Μετὰ δὲ τὴν αἰχμαλωσίαν εἰς τὴν Βαβυλῶνα ὁ Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, ὁ Σαλαθιὴλ ἐγέννησε τὸν Ζοροβάβελ, ὁ Ζοροβάβελ ἐγέννησε τὸν Ἀβιούδ, ὁ Ἀβιοὺδ ἐγέννησε τὸν Ἐλιακείμ, ὁ Ἐλιακεὶμ ἐγέννησε τὸν Ἀζώρ, ὁ Ἀζὼρ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ ἐγέννησε τὸν Ἐλιούδ, ὁ Ἐλιοὺδ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰωσήφ, τὸν ἄνδρα τῆς Μαρίας, ἀπὸ τὴν ὁποίαν ἐγεννήθη ὁ Ἰησοῦς, ὁ ὁποίος λέγεται Χριστός.
Ὅλαι λοιπὸν αἱ γενεαὶ ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυΐδ εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τοῦ Δαυΐδ μέχρι τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα μέχρι τοῦ Χριστοῦ εἶναι γενεαὶ δεκατέσσερις. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἔγινε κατὰ τὸν ἑξῆς τρόπον. Ἀφοῦ ἡ μητέρα του Μαρία ἀρραβωνιάσθηκε μὲ τὸν Ἰωσήφ, ἔμεινε ἔγκυος ἐκ Πνεύματος Ἁγίου πρὶν νὰ συνευρεθοῦν. Ὁ ἄνδρας της, ὁ Ἰωσήφ, ἐπειδὴ ἦτο δίκαιος καὶ δὲν ἤθελε νὰ τὴν ἐκθέσῃ, ἐσκέφθηκε νὰ τὴν διώξῃ κρυφά. Καὶ ἐνῷ ἔτσι ἐσκέπτετο, ἄγγελος τοῦ Κυρίου τοῦ παρουσιάσθηκε εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπε, «Ἰωσήφ, υἱὲ τοῦ Δαυΐδ, μὴ φοβηθῇς νὰ πάρῃς μαζί σου τὴν Μαριάμ, τὴν γυναῖκα σου, διότι ἐκεῖνο ποὺ ἐγεννήθηκε μέσα της προέρχεται ἀπὸ Πνεῦμα Ἅγιον. Θὰ γεννήσῃ δὲ υἱὸν, τὸν ὁποῖον θὰ ὀνομάσῃς Ἰησοῦν, διότι αὐτὸς θὰ σώσῃ τὸν λαόν του ἀπὸ τὰς ἁμαρτίας του».
Ὅλα αὐτὰ ἔγιναν διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἰδοὺ ἡ παρθένος θὰ συλλάβη καὶ θὰ γεννήσῃ υἱὸν καὶ θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ», τὸ ὁποῖον μεταφραζόμενον σημαίνει, «Μαζί μας εἶναι ὁ Θεός».
Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἔκανε ὅπως τὸν διέταξε ὁ ἄγγελος τοῦ Κυρίου, ἐπῆρε δηλαδὴ τὴν γυναῖκα του μαζί του· καὶ δὲν εἶχε καμίαν σχέσιν μαζί της μέχρις ὅτου ἐγέννησε τὸν υἱόν της τὸν πρωτότοκον καὶ τὸν ὠνόμασεν Ἰησοῦ.
ΑΠΟΣΤΟΛΟΣ Προς Κολοσσαείς (γ΄ 4-11) Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν,…
Το Αποστολικό ΑνάγνωσμαΠρος Εβραίους (ιγ΄ 17 – 21) Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε…
ΑΠΟΣΤΟΛΟΣ Προς Εφεσίους (δ΄ 1-7)Ἀδελφοί, παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ…
ΑΠΟΣΤΟΛΟΣ Προς Εφεσίους (β΄ 14-22)Ἀδελφοί, Ἰησοῦς Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο…
Το Αποστολικό Ανάγνωσμα ΑΠΟΣΤΟΛΟΣ Προς Εφεσίους (β΄ 4-10) Ἀδελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ…
Το Αποστολικό ΑνάγνωσμαΑΠΟΣΤΟΛΟΣ Προς Εβραίους (β΄ 2 – 10)Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ…
ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Α΄ (ιβ΄27 – ιγ΄8)
Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι;
Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.
Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, σεῖς εἶσθε σῶμα τοῦ Χριστοῦ, καὶ ὁ καθένας εἶναι μέλος τοῦ σώματος.
Καὶ ὁ Θεὸς ἐτοποθέτησε εἰς τὴν ἐκκλησίαν πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα ἔρχονται αἱ θαυματουργικαὶ δυνάμεις, ἔπειτα τὰ θεραπευτικὰ χαρίσματα, παροχαὶ βοηθείας, διοικητικαὶ ἱκανότητες, διάφορα εἴδη γλωσσολαλιῶν.
Μήπως εἶναι ὅλοι ἀπόστολοι; Μήπως εἶναι ὅλοι προφῆται; Μήπως εἶναι ὅλοι διδάσκαλοι; Μήπως ὅλοι ἔχουν θαυματουργικὰς δυνάμεις; Μήπως ὅλοι ἔχουν θεραπευτικὰ χαρίσματα; Μήπως ὅλοι ἔχουν τὴν γλωσσολαλιά; Μήπως ὅλοι διερμηνεύουν; Νὰ ἔχετε δὲ ζῆλον πρὸς τὰ χαρίσματα τὰ ἀνώτερα. Καὶ τώρα θὰ σᾶς δείξω ἕνα ὑπέροχον δρόμον.
Ἐὰν μιλῶ τὰς γλώσσας τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων, ἀλλὰ δὲν ἔχω ἀγάπην, ἔγινα χαλκὸς ποὺ δίνει ἤχους ἢ κύμβαλον ποὺ βγάζει κρότους.
Καὶ ἐὰν ἔχω χάρισμα προφητείας καὶ γνωρίζω ὅλα τὰ μυστήρια καὶ ὅλην τὴν γνῶσιν, καὶ ἐὰν ἔχω ὅλην τὴν πίστιν, ὥστε νὰ μεταθέτω βουνά, ἀλλὰ δὲν ἔχω ἀγάπην, δὲν εἶμαι τίποτε.
Καὶ ἐὰν μοιράσω σὲ ἐλεημοσύνες ὅλην μου τὴν περιουσίαν, καὶ ἐὰν παραδώσω τὸ σῶμά μου διὰ νὰ καῇ, ἀλλὰ δὲν ἔχω ἀγάπην, καμμίαν ὠφέλειαν δὲν ἔχω.
Ἡ ἀγάπη εἶναι μακρόθυμη, εἶναι γεμάτη ἀπὸ εὐμένειαν, ἡ ἀγάπη δὲν εἶναι ζηλότυπη, ἡ ἀγάπη δὲν καυχᾶται, δὲν εἶναι ὑπερήφανη, δὲν κάνει ἀσχήμιες, δὲν ζητεῖ τὸ συμφέρον της, δὲν ἐρεθίζεται, δὲν λογαριάζει τὸ κακόν, δὲν χαίρει διὰ τὸ κακόν, ἀλλὰ συγχαίρει εἰς τὴν ἀλήθειαν, ὅλα τὰ ἀνέχεται, ὅλα τὰ πιστεύει, ἐλπίζει γιὰ τὸ κάθε τι, ὑπομένει τὸ κάθε τι.
Ἡ ἀγάπη ποτὲ δὲν θὰ παύσῃ νὰ ὑπάρχῃ.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (ιστ΄ 19-31)
Εἶπεν ὁ Κύριος· «Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
Καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
Εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
Λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωυσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.»
Ἀπόδοση στη νεοελληνική:
Εἶπεν ὁ Κύριος: «Κάποτε ὑπῆρχε ἕνας πλούσιος ἄνθρωπος, ὁ ὁποῖος ἐφοροῦσε πορφύραν καὶ λινὰ ἐνδύματα καὶ ἐζοῦσε καθημερινῶς μέσα σὲ μεγάλην πολυτέλειαν. Κοντὰ εἰς τὴν πύλην του ἦτο ξαπλωμένος ἕνας πτωχός, ὀνομαζόμενος Λάζαρος, γεμᾶτος πληγές, ὁ ὁποῖος ἐπιθυμοῦσε νὰ χορτάσῃ ἀπὸ τὰ ψίχουλα ποὺ ἔπεφταν ἀπὸ τὸ τραπέζι τοῦ πλουσίου. Ἀκόμη καὶ τὰ σκυλιὰ συνήθιζαν νὰ ἔρχωνται καὶ νὰ γλύφουν τὶς πληγές του. Συνέβη δὲ νὰ πεθάνῃ ὁ πτωχὸς καὶ νὰ φερθῇ ἀπὸ τοὺς ἀγγέλους εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Εἰς τὸν ᾅδην, ὅπου ἐβασανίζετο, ἐσήκωσε τὰ μάτια του καὶ βλέπει ἀπὸ μακρυὰ τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον εἰς τοὺς κόλπους του. Καὶ ἐφώναξε καὶ εἶπε, «Πάτερ Ἀβραάμ, ἐλέησέ με καὶ στεῖλε τὸν Λάζαρον νὰ βουτήξῃ τὴν ἄκρη τοῦ δακτύλου του σὲ νερὸ καὶ νὰ δροσίσῃ τὴν γλῶσσα μου, διότι ὑποφέρω μέσα σ’ αὐτὴν τὴν φλόγα».
Ἀλλ’ ὁ Ἀβραὰμ εἶπε, «Παιδί μου, θυμίσου ὅτι σὺ ἀπήλαυσες τὰ ἀγαθά σου σου εἰς τὴν ζωήν σου ὅπως καὶ ὁ Λάζαρος τὰ κακά·τώρα ὅμως αὐτὸς ἐδῶ παρηγορεῖται καὶ σὺ ὑποφέρεις. Καὶ ἐκτὸς ἀπὸ ὅλα αὐτὰ ὑπάρχει μεταξύ μας ἕνα μεγάλο χάσμα ὥστε νὰ μὴ μποροῦν νὰ περάσουν ἐκεῖνοι ποὺ θέλουν νὰ διαβοῦν ἀπ’ ἐδῶ σ’ ἐσᾶς, οὔτε καὶ ἀπ’ ἐκεῖ σ’ ἐμᾶς».
Τότε εἶπε, «Σὲ παρακαλῶ λοιπόν, πατέρα, νὰ τὸν στείλῃς στὸ σπίτι τοῦ πατέρα μου, διότι ἔχω πέντε ἀδελφούς, νὰ τοὺς νουθετήσῃ, διὰ νὰ μὴ ἔλθουν καὶ αὐτοὶ εἰς τὸν τόπον αὐτὸν τῶν βασάνων».
Λέγει εἰς αὐτὸν ὁ Ἀβραάμ, «Ἔχουν τὸν Μωϋσῆν καὶ τοὺς προφήτας, ἂς τοὺς ἀκούσουν». Αὐτὸς δὲ εἶπε, «Ὄχι, πάτερ Ἀβραάμ, ἀλλ’ ἐὰν κάποιος ἀπὸ τοὺς νεκροὺς πάη σ’ αὐτούς, θὰ μετανοήσουν». Ἀλλ’ ὁ Ἀβραὰμ τοῦ ἀπήντησε, «Ἐὰν δὲν ἀκοῦνε τὸν Μωϋσῆν καὶ τοὺς προφήτας, δὲν θὰ πεισθοῦν καὶ ἂν ἀκόμη ἀναστηθῇ κάποιος ἀπὸ τοὺς νεκρούς».
