ΑΠΟΣΤΟΛΟΣ  Προς Κορινθίους Β΄ (στ΄ 1 – 10)

Ἀδελφοί, παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, σᾶς παρακαλοῦμεν νὰ μὴ δεχθῆτε μάταια τὴν χάριν τοῦ Θεοῦ, διότι λέγει, «Εἰς καιρὸν εὐνοίας σὲ ἄκουσα καὶ εἰς ἡμέραν σωτηρίας σὲ ἐβοήθησα. Ὁ καιρὸς εὐνοίας εἶναι τώρα, ἡ ἡμέρα σωτηρίας εἶναι τώρα.» Δὲν δίνομεν σὲ κανένα καμμίαν ἀφορμὴν προσκόμματος διὰ νὰ μὴ δυσφημισθῇ ἡ ὑπηρεσία μας, ἀλλὰ σὰν ὑπηρέται τοῦ Θεοῦ συσταίνομε τοὺς ἑαυτούς μας σὲ ὅλα διὰ τῆς μεγάλης ὑπομονῆς μας σὲ θλίψεις, σὲ ταλαιπωρίες, σὲ στερήσεις, σὲ μαστιγώσεις, σὲ φυλακίσεις, σὲ ταραχές, σὲ κόπους, σὲ ἀγρυπνίες καὶ πεῖναν· μὲ ἁγνότητα, σύνεσιν, μακροθυμίαν καὶ καλωσύνην, μὲ Πνεῦμα Ἅγιον, μὲ ἀγάπη χωρὶς ὑπόκρισιν, μὲ τὸ κήρυγμα τῆς ἀληθείας καὶ μὲ δύναμιν Θεοῦ, μὲ τὰ ὅπλα τῆς δικαιοσύνης, τὰ ἐπιθετικὰ καὶ ἀμυντικά, σὲ τιμὴν καὶ ἀτίμωσιν, σὲ δυσφημήσεις καὶ ἐπαίνους, σὰν λαοπλάνοι καὶ ὅμως ἀληθινοί, σὰν ἄγνωστοι καὶ ὅμως πολὺ γνωστοί, σὰν νὰ πεθαίναμε καὶ ὅμως ζοῦμε, σὰν τιμωρούμενοι καὶ ὅμως μὴ θανατούμενοι, σὰν λυπημένοι καὶ ὅμως πάντοτε χαρούμενοι, σὰν πτωχοὶ καὶ ὅμως κάνοντες πολλούς πλουσίους, σὰν νὰ μὴ ἔχωμεν τίποτε καὶ ὅμως κατέχομεν τὰ πάντα.

Ευαγγέλιο της Κυριακής
(Ματθ. κε´ 14-30)

“Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῎Ανθρωπός τις ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. ῾Ωσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ῾Ο δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε
τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. Μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ῎Εφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ῎Εφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ᾿Αποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ῎Αρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ· καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ταῦτα λέγων ἐφώνει· ῾Ο ἔχων ὦτα ἀκούειν, ἀκουέτω”.

Εἶπε ὁ Κύριος αὐτὴ τὴν παραβολή· «῾Η βασιλεία τοῦ Θεοῦ μοιάζει μ᾿ ἕναν ἄνθρωπο ὁ ὁποῖος, φεύγοντας γιὰ ταξίδι, κάλεσε τοὺς δούλους του καὶ τοὺς ἐμπιστεύτηκε τὰ ὑπάρχοντά του. Σ᾿ ἄλλον ἔδωσε πέντε τάλαντα, σ᾿ ἄλλον δύο, σ᾿ ἄλλον ἕνα, στὸν καθένα ἀνάλογα μὲ τὴν ἱκανότητά του, κι ἔφυγε ἀμέσως γιὰ τὸ ταξίδι. Αὐτὸς ποὺ ἔλαβε τὰ πέντε τάλαντα, πῆγε καὶ τὰ ἐκμεταλλεύτηκε καὶ κέρδισε ἄλλα πέντε. Κι αὐτὸς ποὺ ἔλαβε τὰ δύο τάλαντα, κέρδισε ἐπίσης ἄλλα δύο. ᾿Εκεῖνος ὅμως ποὺ ἔλαβε τὸ ἕνα τάλαντο, πῆγε κι ἔσκαψε στὴ γῆ καὶ ἔκρυψε τὰ χρήματα τοῦ κυρίου του. ῞Υστερα ἀπὸ ἕνα μεγάλο χρονικὸ διάστημα, γύρισε ὁ κύριος ἐκείνων τῶν δούλων καὶ ἔκανε λογαριασμὸ μαζί τους. Παρουσιάστηκε τότε ἐκεῖνος ποὺ εἶχε λάβει τὰ πέντε τάλαντα καὶ τοῦ ἔφερε ἄλλα πέντε. “Κύριε”, τοῦ λέει, “μοῦ ἐμπιστεύτηκες πέντε τάλαντα· κοίτα, κέρδισα μ᾿ αὐτὰ ἄλλα πέντε”. ῾Ο κύριός του τοῦ εἶπε· “εὖγε, καλὲ καὶ ἔμπιστε δοῦλε! ᾿Αποδείχτηκες ἀξιόπιστος στὰ λίγα, γι᾿ αὐτὸ θὰ σοῦ ἐμπιστευτῶ πολλά. ῎Ελα νὰ γιορτάσεις μαζί μου”. Παρουσιάστηκε κι ὁ ἄλλος μὲ τὰ δύο τάλαντα καὶ τοῦ εἶπε· “κύριε, μοῦ ἐμπιστεύτηκες δύο τάλαντα· κοίτα, κέρδισα ἄλλα δύο”. Τοῦ εἶπε ὁ κύριός του· “εὖγε, καλὲ καὶ ἔμπιστε δοῦλε! ᾿Αποδείχτηκες ἀξιόπιστος στὰ λίγα, γι᾿ αὐτὸ θὰ σοῦ ἐμπιστευτῶ πολλά. ῎Ελα νὰ γιορτάσεις μαζί μου”. Παρουσιάστηκε κι ἐκεῖνος ποὺ εἶχε λάβει τὸ ἕνα τάλαντο καὶ τοῦ εἶπε· “κύριε, ἤξερα πὼς εἶσαι σκληρὸς ἄνθρωπος. Θερίζεις ἐκεῖ ὅπου δὲν ἔσπειρες καὶ συνάζεις καρποὺς ἐκεῖ ποὺ δὲν φύτεψες. Γι᾿ αὐτὸ φοβήθηκα καὶ πῆγα κι ἔκρυψα τὸ τάλαντό σου στὴ γῆ. ῾Ορίστε τὰ λεφτά σου”. ῾Ο κύριός του τοῦ ἀποκρίθηκε· “δοῦλε κακὲ καὶ ὀκνηρέ, ἤξερες πὼς θερίζω ὅπου δὲν ἔσπειρα, καὶ συνάζω καρποὺς ἀπ᾿ ὅπου δὲν φύτεψα! Τότε ἔπρεπε νὰ βάλεις τὰ χρήματά μου στὴν τράπεζα, κι ἐγὼ ὅταν θὰ γυρνοῦσα πίσω θὰ τὰ ἔπαιρνα μὲ τόκο. Πάρτε του, λοιπόν, τὸ τάλαντο καὶ δῶστε το σ᾿ αὐτὸν ποὺ ἔχει τὰ δέκα τάλαντα. Γιατὶ σὲ καθέναν ποὺ ἔχει, θὰ τοῦ δοθεῖ μὲ τὸ παραπάνω καὶ θά ᾿χει περίσσευμα· ἐνῶ ἀπ᾿ ὅποιον δὲν ἔχει, θὰ τοῦ πάρουν καὶ τὰ λίγα ποὺ ἔχει. Κι αὐτὸν τὸν ἄχρηστο δοῦλο πετάξτε τον ἔξω στὸ σκοτάδι. ᾿Εκεῖ θὰ κλαῖνε, καὶ θὰ τρίζουν τὰ δόντια’’». ᾿Αφοῦ τὰ εἶπε ὅλα αὐτά, πρόσθεσε μὲ ἔμφαση· «῞Οποιος ἔχει αὐτιὰ γιὰ ν᾿ ἀκούει ἂς τὰ ἀκούει».