Το Αποστολικό ΑνάγνωσμαΠρος Γαλάτας επιστολή Παύλου (β΄16–20)Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι…
ΑΠΟΣΤΟΛΟΣ Προς Γαλάτας (στ΄ 11-18)Ἀδελφοί, Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν…
Επιστολή Αποστόλου Παύλου – Προς Κορίνθιους Α’, Θ'(9) 2-12 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί.Μὴ οὐκ ἔχομεν ἐξουσίαν…
Πράξεις Αποστόλων (ιγ΄ 25-32) Ὡς ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ…
ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Α΄ (γ΄ 9-17)
Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ἐμεῖς εἴμεθα συνεργάται τοῦ Θεοῦ, καὶ σεῖς εἶσθε χωράφι τοῦ Θεοῦ, οἰκοδομὴ τοῦ Θεοῦ. Κατὰ τὴν χάριν τοῦ Θεοῦ ποὺ μοῦ ἐδόθηκε, σὰν σοφὸς ἀρχιτέκτων ἐγὼ ἔβαλα θεμέλιον, ἄλλος δὲ κτίζει τὴν οἰκοδομήν. Ὁ καθένας ἂς προσέχῃ μὲ ποιὸν τρόπον οἰκοδομεῖ.
Ἄλλο θεμέλιον κανεὶς δὲν μπορεῖ νὰ βάλῃ παρὰ ἐκεῖνο ποὺ ἔχει τεθῆ, τὸ ὁποῖον εἶναι ὁ Ἰησοῦς Χριστός.
Ἐὰν κανεὶς κτίζῃ ἐπάνω εἰς τὸ θεμέλιον αὐτὸ χρυσάφι, ἀσῆμι, πολυτίμους λίθους, ξύλα, χορτάρι, καλάμια, τοῦ καθενὸς τὸ ἔργον θὰ γίνῃ φανερόν· ἡ Ἡμέρα θὰ τὸ φανερώσῃ, διότι ἡ ἡμέρα ἐκείνη ἀποκαλύπτεται μὲ φωτιὰ καὶ ἡ φωτιὰ θὰ δοκιμάσῃ τί εἴδους ἔργον ἔκανε ὁ καθένας.
Ἐὰν τὸ ἔργον ποὺ ἔκτισε ἕνας μείνῃ, αὐτὸς θὰ ἀνταμειφθῇ. Ἐὰν κάποιου τὸ ἔργον καῇ, θὰ ὑποστῇ ζημίαν, ὁ ἴδιος ὅμως θὰ σωθῇ, ἀλλὰ κατὰ τέτοιον τρόπον ὅπως σώζεται κανεὶς ἀπὸ πυρκαϊάν.
Δὲν ξέρετε ὅτι εἶσθε ναὸς τοῦ Θεοῦ καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ μέσα σας; Ἐὰν καταστρέφῃ κανεὶς τὸν ναὸν τοῦ Θεοῦ, θὰ τὸν καταστρέψῃ ὁ Θεός, διότι ὁ ναὸς τοῦ Θεοῦ εἶναι ἅγιος, καὶ ὁ ναὸς αὐτὸς εἶσθε σεῖς.
ΕΥΑΓΓΕΛΙΟ Κατά Ματθαίον (ιδ΄ 22-34)
Τῷ καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν, ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
ΑΠΟΣΤΟΛΟΣ Προς Φιλιππησίους (β΄5–11)Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς…
ΑΠΟΣΤΟΛΟΣ Προς Ρωμαίους (ιε΄ 1-7) Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς…
ΑΠΟΣΤΟΛΟΣ Προς Ρωμαίους (ιβ΄ 6-14)
Ἀδελφοί, έχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, έχοντες χαρίσματα διαφορετικά, σύμφωνα μὲ τὴν χάριν ποὺ μᾶς ἐδόθηκε, ἂς τὰ χρησιμοποιήσωμεν, ἐὰν προφητείαν, ἀνάλογα μὲ τὴν πίστιν μας, ἐὰν ὑπηρεσίαν, εἰς τὸ ἔργον τῆς ὑπηρεσίας, ὁ διδάσκαλος, εἰς τὴν διδασκαλίαν, ἐκεῖνος ποὺ παρηγορεῖ, εἰς τὴν παρηγορίαν, ἐκεῖνος ποὺ δίνει κάτι, ἂς τὸ κάνῃ μὲ γενναιοδωρίαν, ἐκεῖνος ποὺ εἶναι προϊστάμενος, ἂς ἐργάζεται μὲ ζῆλον, ἐκεῖνος ποὺ ἐλεεῖ, ἂς ἐλεῇ μὲ χαράν.
Ἡ ἀγάπη νὰ εἶναι εἰλικρινής. Μισεῖτε τὸ κακὸν καὶ προσκολᾶσθε εἰς τὸ καλόν. Ὡς πρὸς τὴν ἀδελφικὴν ἀγάπην, νὰ εἶσθε γεμᾶτοι στοργὴν ὁ ἕνας πρὸς τὸν ἄλλον· νὰ μὴ εἶσθε ὀκνηροὶ ὡς πρὸς τὸν ζῆλον, νὰ εἶσθε κατὰ τὸ πνεῦμα θερμοί, νὰ ὑπηρετῆτε τὸν Κύριον, νὰ χαίρετε διὰ τὴν ἐλπίδα σας, νὰ ἔχετε ὑπομονὴν εἰς τὴν θλῖψιν, νὰ ἐπιμένετε εἰς τὴν προσευχήν, νὰ συμμετέχετε εἰς τὰς ἀνάγκας τῶν χριστιανῶν, τὴν φιλοξενίαν νὰ ἐπιδιώκετε.
Εὐλογεῖτε ἐκείνους ποὺ σᾶς διώκουν, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Ματθαίον (θ΄ 1-8)
Τῷ καιρῷ εκείνω, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Απόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ἐμπῆκε ὁ ᾿Ιησοῦς εἰς πλοιάριο, ἐπέρασε ἀπέναντι καὶ ἦλθεν εἰς τὴν δική του πόλιν. Καὶ τοῦ ἔφεραν ἕνα παράλυτον, ξαπλωμένον σὲ ἕνα κρεββάτι. Ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν τους, εἶπε εἰς τὸν παράλυτον, «Ἔχε θάρρος, παιδί μου. Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου».
Καὶ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους, «Αὐτὸς βλασφημεῖ».
Ὁ δὲ Ἰησοῦς, ἐπειδὴ κατάλαβε τὰς σκέψεις των, , εἶπε, «Γιατὶ σκέπτεσθε πονηρὰ μέσα στὴν καρδιά σας; Τὶ εἶναι εὐκολώτερον νὰ πῶ «Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου» ἢ νὰ πῶ «Σήκω ἐπάνω καὶ περπάτει»; Ἀλλὰ διὰ νὰ μάθετε ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἁμαρτίας ἐπὶ τῆς γῆς», – τότε λέγει εἰς τὸν παράλυτον, «Σήκω ἐπάνω, πάρε τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου».
Αὐτὸς ἐσηκώθηκε καὶ ἐπῆγε εἰς τὸ σπίτι του. Ὅταν εἶδεν αὐτὸ ὁ κόσμος, ἐθαύμασε καὶ δόξασε τὸν Θεόν, ποὺ ἔδωσε τέτοιαν ἐξουσίαν εἰς τοὺς ἀνθρώπους.
ΑΠΟΣΤΟΛΟΣ Προς Γαλάτας (δ΄ 22-27)Ἀδελφοί, γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆςἐλευθέρας διὰ τῆς ἐπαγγελίας.Ἅτινά ἐστιν ἀλληγορούμενα.…