Το Αποστολικό ΑνάγνωσμαΑΠΟΣΤΟΛΟΣ Προς Γαλάτας (α΄ 11-19)Αδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν…
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Προς Κολοσσαείς (δ΄ 5-11, 14-18) Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς…
ΑΠΟΣΤΟΛΟΣ Προς Τίτον (γ΄ 8-15)
Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.
Ἀπόδοση στη νεοελληνική:
Τέκνον Τίτε, εἶναι ἀξιόπιστα τὰ λόγια αὐτά, καὶ αὐτὰ θέλω νὰ διαβεβαιώνῃς, ὥστε νὰ φροντίζουν ἐκεῖνοι ποὺ ἐπίστεψαν εἰς τὸν Θεὸν νὰ εἶναι πρωτοπόροι καλῶν ἔργων. Αὐτὰ εἶναι τὰ καλὰ καὶ ὠφέλιμα διὰ τοὺς ἀνθρώπους, ἀλλ’ ἀπόφευγε μωρὰς συζητήσεις, γενεαλογίας, ἔριδας καὶ φιλονεικίας διὰ τὸν νόμον, διότι εἶναι ἀνωφελεῖς καὶ μάταιαι.
Αἱρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν, ἄφηνέ τον. Νὰ γνωρίζεις ὅτι ἕνας τέτοιος ἔχει διαστραφῆ, ἁμαρτάνει καὶ ἔτσι καταδικάζει ὁ ἴδιος τὸν ἑαυτόν του.
Ὅταν θὰ στείλω τὸν Ἀρτεμᾶν σ’ ἐσὲ ἢ τὸν Τυχικόν, φρόντισε νὰ ἔλθῃς σ’ ἐμὲ εἰς τὴν Νικόπολιν, διότι ἐκεῖ ἀπεφάσισα νὰ περάσω τὸν χειμῶνα. Τὸν Ζηνᾶν τὸν νομικόν, καὶ τὸν Ἀπολλὼ κατευόδωσέ τους μὲ ἐνδιαφέρον, διὰ νὰ μὴ τοὺς λείψῃ τίποτε. Ἂς μαθαίνουν καὶ οἱ δικοί μας νὰ εἶναι πρωτοπόροι καλῶν ἔργων εἰς ἐπειγούσας ἀνάγκας, διὰ νὰ μὴν εἶναι ἄκαρποι.
Σὲ χαιρετοῦν ὄλοι ὅσοι εἶναι μαζί μου. Χαιρέτησε ἐκείνους ποὺ μᾶς ἀγαποῦν ἐν πίστει. Ἡ χάρις νὰ εἶναι μαζὶ μὲ ὅλους σας. Ἀμήν.
ΕΥΑΓΓΕΛΙΟ Κατά Λουκάν (η΄ 5–15)
Εἶπεν ὁ Κύριος την παραβολήν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα.
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη.
Ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. Ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Ἀπόδοση στη νεοελληνική:
Εἶπεν ὁ Κύριος την ἑξῆς παραβολήν: «Ἐβγῆκε ὁ γεωργὸς διὰ νὰ σπείρῃ τὸν σπόρον του. Καὶ ἐνῷ ἔσπερνε, μερικοὶ σπόροι ἔπεσαν κοντὰ εἰς τὸν δρόμον καὶ καταπατήθηκαν καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ τοὺς ἔφαγαν· ἄλλοι ἔπεσαν εἰς πετρῶδες ἔδαφος καὶ ὅταν ἐφύτρωσαν, ἐξεράθηκαν, διότι δὲν εἶχαν ὑγρασίαν· ἄλλοι ἔπεσαν ἀνάμεσα στὰ ἀγκάθια καὶ ὅταν φύτρωσαν τὰ ἀγκάθια, τοὺς ἔπνιξαν τελείως· καὶ ἄλλοι ἔπεσαν εἰς καλὸν ἔδαφος καὶ ἐφύτρωσαν καὶ ἀπέδωκαν ἑκατὸ φορὲς περισσότερον καρπόν».
Οἱ μαθηταί του τὸν ἐρωτοῦσαν τί σημαίνει ἡ παραβολὴ αὐτή. Καὶ ἐκεῖνος εἶπε, «Σ’ ἐσᾶς ἔχει δοθῆ τὸ νὰ γνωρίσετε τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἀλλ’ εἰς τοὺς λοιποὺς δίδονται μὲ παραβολές, διὰ νὰ κυττάζουν ἀλλὰ νὰ μὴ βλέπουν καὶ νὰ ἀκούουν ἀλλὰ νὰ μὴ καταλαβαίνουν. Ἡ παραβολὴ αὐτὴ σημαίνει τὰ ἑξῆς; Ὁ σπόρος εἶναι ὁ λόγος τοῦ Θεοῦ· ἐκεῖνοι ποὺ ἔπεσαν κοντὰ εἰς τὸν δρόμον εἶναι οἱ ἄνθρωποι ποὺ ἄκουσαν, ἔπειτα ἔρχεται ὁ διάβολος καὶ ἀφαιρεῖ τὸν λόγον ἀπὸ τὴν καρδιά τους, διὰ νὰ μὴ πιστέψουν καὶ σωθοῦν. Ἐκεῖνοι δὲ ποὺ ἔπεσαν εἰς τὸ πετρῶδες ἔδαφος, εἶναι οἱ ἄνθρωποι ποὺ ὅταν ἀκούσουν, δέχονται μὲ χαρὰν τὸν λόγον ἀλλὰ δὲν ἔχουν ρίζαν· προσωρινῶς πιστεύουν καὶ τὸν καιρὸν τῆς δοκιμασίας ἀπομακρύνονται. Ἐκεῖνο ποὺ ἔπεσε στὰ ἀγκάθια, εἶναι ἐκεῖνοι ποὺ ἄκουσαν ἀλλ’ εἰς τὸν δρόμον τους συμπνίγονται ἀπὸ τὰς φροντίδας καὶ τὸν πλοῦτον καὶ τὰς ἡδονὰς τοῦ βίου καὶ ὁ καρπός τους δὲν ὡριμάζει. Ἐκεῖνο δὲ ποὺ ἔπεσεν εἰς τὸ καλὸν ἔδαφος εῑναι ἐκεῖνοι ποὺ μὲ καρδιὰ καλὴ καὶ ἀγαθὴ ἀκούουν τὸν λόγον, τὸν διατηροῦν καὶ καρποφοροῦν μὲ ὑπομονήν».
Ἐνῷ ἔλεγε αὐτά, ἐφώναξε, «Ἐκεῖνος ποὺ ἔχει αὐτιὰ διὰ νὰ ἀκούῃ, ἂς ἀκούῃ».
ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Β΄ (στ΄ 16 – ζ΄1)Ἀδελφοί, τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι…
ΑΠΟΣΤΟΛΟΣ Β΄ Κορ. στ’ 1-10Ἀδελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς – λέγει γὰρ· «Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι»· ἰδοὺ νῦν «καιρὸς εὐπρόσδεκτος», ἰδοὺ νῦν «ἡμέρα σωτηρίας» –…
Το Αποστολικό ΑνάγνωσμαΠρος Γαλάτας επιστολή Παύλου (β΄16–20)Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι…
ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Α΄ (ιστ΄ 13-24)Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ…
ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Α΄ (ιε΄ 1 – 11)Γνωρίζω ὑμῖν ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Παρέδωκα…
ΑΠΟΣΤΟΛΟΣ Προς Φιλιππησίους (β΄5–11)Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς…
