Προσευχὴ περὶ ἑνότητος τῶν συζύγων καὶ τῆς οἰκογενείας

Κύ­ρι­ε, Ἰ­η­σοῦ Χρι­στέ, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ὁ τῇ σῇ ἀ­να­βά­σει ἐ­πὶ τὸν Γολ­γο­θᾶν ἐ­ξα­γο­ρά­σας ἡ­μᾶς ἐκ τῆς κα­τά­ρας τοῦ Νό­μου καὶ ἀ­πο­κα­τα­στή­σας τὴν πε­πτω­κυῖ­αν εἰ­κό­να σου, ὁ ἐ­κτεί­νας ἐ­πὶ τοῦ Σταυ­ροῦ τάς ἀ­χράν­τους χεῖ­ράς Σου, ἵ­να τὰ ἐ­σκορ­πι­σμέ­να τέ­κνα τοῦ Θε­οῦ ἐ­πι­συ­να­γά­γῃς εἰς ἕν, καὶ κα­λέ­σας τῇ ἐ­πι­φοι­τή­σει τοῦ Πα­να­γί­ου Πνεύ­μα­τος εἰς ἑ­νό­τη­τα πάν­τας, Σύ, ὁ Ὢν τοῦ Πα­τρὸς τὸ ἀ­παύ­γα­σμα, πρὸ τῆς ἐ­ξό­δου Σου ἐ­πὶ τὴν με­γά­λην ταύ­την καὶ κο­σμο­σω­τή­ριον ἱ­ε­ρουρ­γί­αν ἐ­δε­ή­θης τοῦ Πα­τρός Σου, ἵ­να πάν­τες ἓν ὦ­μεν, κα­θὼς Σὺ εἷς εἶ με­τὰ τοῦ Πα­τρὸς καὶ τοῦ Πνεύ­μα­τος τοῦ Ἁ­γί­ου.


Πα­ρά­σχου τοί­νυν ἡ­μῖν χά­ριν καὶ σο­φί­αν τοῦ ἐκ­πλη­ροῦν τὴν ἐν­το­λὴν ταύ­την καθ᾿ ἑ­κά­στην, καὶ ἐ­νί­σχυ­σον ἡ­μᾶς εἰς τὸν ἀ­γῶ­να τῆς ἀ­γά­πης ἐ­κεί­νης, ἣν Σὺ ἐ­νε­τεί­λω ἡ­μῖν εἰ­πών:
«Ἀ­γα­πᾶ­τε ἀλ­λή­λους κα­θὼς ἠ­γά­πη­σα ὑ­μᾶς».
Δώ­ρη­σαι ἡ­μῖν διὰ τοῦ Ἁ­γί­ου Σου Πνεύ­μα­τος τὴν δύ­να­μιν τοῦ τα­πει­νοῦν ἑ­αυ­τοὺς ὁ εἷς ἐ­νώ­πιον τοῦ ἑ­τέ­ρου, ἐν τῷ κα­τα­νο­εῖν ὅ­τι, ἐ­άν τις πλεῖ­ον ἀ­γα­πᾷ, πλεῖ­ον καὶ τα­πει­νοῦ­ται.
Δί­δα­ξον ἡ­μᾶς εὔ­χε­σθαι ὁ εἷς ὑ­πὲρ τοῦ ἄλ­λου, ἀλ­λή­λων τὰ βά­ρη βα­στά­ζειν ἐν ὑ­πο­μο­νῇ καὶ ἕ­νω­σον ἡ­μᾶς τῷ συν­δέ­σμῳ τῆς ἀ­κα­τα­λύ­του ἀ­γά­πης ἐν τῷ Ὀ­νό­μα­τί Σου τῷ Ἁ­γί­ῳ, χα­ρι­ζό­με­νος ἡ­μῖν ὡ­σαύ­τως τοῦ ὁ­ρᾶν ἐν ἑ­κά­στῳ ἀ­δελ­φῷ καὶ ἑ­κά­στη ἀ­δελ­φῇ ἡ­μῶν τὴν εἰ­κό­να τῆς ἀρ­ρή­του δό­ξης Σου καὶ μὴ ἐ­πι­λαν­θά­νε­σθαι ὅ­τι:
«ὁ ἀ­δελ­φὸς ἡ­μῶν ἡ ζω­ὴ ἡ­μῶν ἐ­στι».
Ναί, Κύ­ρι­ε, ὁ τῇ Σῇ εὐ­δο­κί­ᾳ ἐ­πι­συ­να­γα­γὼν ἡ­μᾶς ἐ­πὶ τὸ αὐ­τό, ποί­η­σον ἡ­μᾶς γε­νέ­σθαι ἐν ἀ­λη­θεί­ᾳ μί­αν οἰ­κο­γέ­νειαν, ζῶ­σαν ἐν μιᾷ καρ­δί­ᾳ, μιᾷ θε­λή­σει, μιᾷ ἀ­γά­πῃ, ὡς εἷς ἄν­θρω­πος, κα­τὰ τὴν πε­ρὶ τοῦ προ­πά­το­ρος Ἀ­δὰμ προ­αι­ώ­νιον βου­λήν Σου. Ἐ­πι­σκί­α­σον τὸν οἶ­κον ἡ­μῶν τῷ τοῦ φό­βου Σου πνεύ­μα­τι καὶ σκέ­πα­σον αὐ­τὸν τῇ σκέ­πῃ τῆς Πα­να­χράν­του Σου Μη­τρός, (τῶν ἁ­γί­ων ὧν φέ­ρο­μεν τὰ ὀ­νό­μα­τα καὶ ὧν εὐ­λα­βού­με­θα) καὶ πάν­των τῶν Ἁ­γί­ων Σου, εὐ­λο­γῶν καὶ ὑ­πε­ρα­σπι­ζό­με­νος ἕ­να ἕ­κα­στον τῶν ἐν­θά­δε δι­α­με­νόν­των (μνη­μο­νεύ­ο­μεν τὰ ὀ­νό­μα­τα τῶν με­λῶν τῆς οἰ­κο­γε­νεί­ας), δι­α­φυ­λάτ­των ἡ­μᾶς ἐκ φθο­ρο­ποι­ῶν λο­γι­σμῶν, ἀ­ναρ­μό­στων λό­γων ἢ κι­νή­σε­ων καρ­δί­ας, ἐ­πι­βλα­πτόν­των τὴν εἰ­ρή­νην καὶ τὴν ὁ­μό­νοι­αν, ὅ­πως οἰ­κο­δο­μη­θῇ ὁ οἶ­κος οὗ­τος ἐ­πὶ τὴν πέ­τραν τῶν εὐ­αγ­γε­λι­κῶν Σου ἐν­το­λῶν εἰς τό­πον προ­σευ­χῆς, ἁ­για­σμοῦ καὶ σω­τη­ρί­ας, δι᾿ ἡ­μᾶς αὐ­τοὺς καὶ διὰ πάν­τας τοὺς ἐ­πι­σκε­πτο­μέ­νους ἡ­μᾶς, τοὺς κο­πι­ῶν­τας καὶ πε­φορ­τι­σμέ­νους ἀ­δελ­φοὺς καὶ ἀ­δελ­φὰς ἡ­μῶν, ἵ­να πάν­τες εὕ­ρω­μεν ἀ­νά­παυ­σιν ἐν Σοί, τῷ πρά­ῳ καὶ τα­πει­νῷ Βα­σι­λεῖ ἡ­μῶν, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.