Πράξεις Αποστόλων (ια΄19-30)Ἐν ταις ημέραις εκείναις, οἱ διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν.
Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Ἀπόδοση:
Τις ημέρες ἐκείνες, ἐκεῖνοι ποὺ εἶχαν διασπαρῆ ἕνεκα τοῦ διωγμοῦ, ποὺ ἔγινε ἐξ αἰτίας τοῦ Στεφάνου, ἔφθασαν μέχρι τῆς Φοινίκης καὶ τῆς Κύπρου καὶ τῆς Ἀντιοχείας, ἀλλὰ δὲν ἐκήρυτταν τὸν λόγον σὲ κανένα παρὰ μόνο σὲ Ἰουδαίους. Μερικοὶ ἀπὸ αὐτοὺς ὴσαν Κύπριοι καὶ Κυρηναῖοι, οἱ ὁποῖοι, ὅταν ἐμπῆκαν εἰς τὴν Ἀντιόχειαν, ἐμιλοῦσαν εἰς τοὺς ἑλληνιστὰς κηρύττοντες τὸ χαρμόσυνον ἄγγελμα περὶ τοῦ Κυρίου Ἰησοῦ. Καὶ τὸ χέρι τοῦ Κυρίου ἦτο μαζί τους καὶ μεγάλος ἀριθμὸς ἐπίστεψε καὶ ἐπέστρεψε εἰς τὸν Κύριον.
Ἔφθασε δὲ ἡ εἴδησις γι’ αὐτοὺς εἰς τὰ αὐτιὰ τῆς ἐκκλησίας τῶν Ἱεροσολύμων καὶ ἔστειλαν τὸν Βαρνάβαν ἕως τὴν Ἀντιόχειαν. Ὅταν αὐτὸς ἔφθασε καὶ εἶδε τὴν χάριν τοῦ Θεοῦ, ἐχάρηκε καὶ παρώτρυνε ὅλους νὰ παραμένουν πιστοὶ εἰς τὸν Κύριον μὲ σταθερὴ καρδιά, διότι ἦτο πραγματικὰ ἄνθρωπος ἀγαθὸς καὶ γεμᾶτος Πνεῦμα Ἅγιον καὶ πίστιν. Ἀρκετὸς δὲ λαὸς προσετέθη εἰς τὸν Κύριον. Τότε ὁ Βαρνάβας ἀνεχώρησε εἰς τὴν Ταρσὸν διὰ νὰ ζητήσῃ τὸν Σαῦλον καὶ ὅταν τὸν εὑρῆκε τὸν ἔφερε εἰς τὴν Ἀντιόχειαν.
Ἕμενε δὲ ἕναν ὁλόκληρον χρόνο εἰς τὴν ἐκκλησίαν καὶ ἐδίδαξαν πλῆθος πολύ. Εἰς τὴν Ἀντιόχειαν οἱ μαθηταὶ ὠνομάσθησαν διὰ πρώτην φορὰν Χριστιανοί. Κατὰ τὰς ἡμέρας αὐτὰς κατέβηκαν προφῆται ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὴν Ἀντιόχειαν. Ἕνας δὲ ἀπὸ αὐτούς, ὀνομαζόμενος Ἄγαβος, ἐσηκώθηκε καὶ προεῖπε διὰ τοῦ Πνεύματος, ὅτι θὰ ἐγίνετο μεγάλη πεῖνα εἰς ὅλην τὴν οἰκουμένην, ἡ ὁποία καὶ ἔγινε ἐπὶ Κλαυδίου Καίσαρος. Ἀπεφάσισαν δὲ οἱ μαθηταὶ νὰ στείλῃ ὁ καθένας, ἀνάλογα πρὸς τὴν οἰκονομικήν του κατάστασιν, βοήθειαν εἰς τοὺς ἀδελφοὺς ποὺ κατοικοῦσαν εἰς τὴν Ἰουδαίαν. Αὐτὸ καὶ ἔκαναν καὶ τὴν ἀπέστειλαν εἰς τοὺς πρεσβυτέρους διὰ τοῦ Βαρνάβα καὶ τοῦ Σαύλου.
Το Ευαγγελικό Ανάγνωσμα
Κατά Ιωάννην (δ΄ 5–42)
Τῷ καιρῷ ἐκείνῳ, ἕρχεται ὁ Κύριος εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.
Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δι’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
Λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλ’ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
Λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.
Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ’ αὐτῆς; Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ραββί, φάγε. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.
Απόδοση:
Τόν καιρό ἐκείνο, ἔρχεται ὁ Κύριος εἰς μίαν πόλιν τῆς Σαμαρείας ποὺ λέγεται Συχάρ, κοντὰ εἰς τὸ χωράφι ποὺ ἔδωκε ὁ Ἰακὼβ εἰς τὸν Ἰωσήφ, τὸν υἱόν του. Ἐκεῖ ὑπῆρχε τὸ πηγάδι τοῦ Ἰακώβ. Ὁ Ἰησοῦς, κουρασμένος ἀπὸ τὴν ὁδοιπορίαν, ἐκάθησεν, ὅπως ἦτο κοντὰ εἰς τὸ πηγάδι· ἡ ὥρα ἦτο περίπου ἕξη. Ἔρχεται μιὰ γυναῖκα ἀπὸ τὴν Σαμάρειαν διὰ νὰ πάρῃ νερό. Ὁ Ἰησοῦς τῆς λέγει, «Δός μου νὰ πιῶ», διότι οἱ μαθηταί του εἶχαν φύγει εἰς τὴν πόλιν διὰ νὰ ἀγοράσουν τρόφιμα.
Ἡ Σαμαρεῖτις γυναῖκα τοῦ λέγει, «Πῶς σὺ ποὺ εἶσαι Ἰουδαῖος ζητᾶς νὰ πιῇς ἀπὸ ἐμὲ ποὺ εἶμαι γυναῖκα Σαμαρεῖτις;».Διότι οἱ Ἰουδαῖοι δὲν ἐπικοινωνοῦν μὲ τοὺς Σαμαρείτας.
Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ἐὰν ἤξερες τὴν δωρεὰν τοῦ Θεοῦ καὶ ποιὸν εἶναι ἐκεῖνος ποὺ σοῦ λέγει, «Δός μου νὰ πιῶ», σὺ θὰ τὸν παρακαλοῦσες καὶ θὰ σοῦ ἔδινε νερὸ ζωντανό».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, κουβὰ δὲν ἔχεις καὶ τὸ πηγάδι εἶναι βαθύ, ἀπὸ ποῦ λοιπὸν ἔχεις τὸ νερὸ τὸ ζωντανό; Μήπως εἶσαι σὺ μεγαλύτερος ἀπὸ τὸν πατέρα μας Ἰακὼβ ποὺ μᾶς ἔδωκε τὸ πηγάδι καὶ ἤπιε ἀπὸ αὐτὸ καὶ ὁ ἴδιος καὶ τὰ παιδιά του καὶ τὰ ζῶα του;».
Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ὅποιος πίνει ἀπὸ τὸ νερὸ αὐτὸ θὰ διψάσῃ καὶ πάλιν· ἐκεῖνος ὅμως ποὺ θὰ πιῇ ἀπὸ τὸ νερὸ ποὺ ἐγὼ θὰ τοῦ δώσω, θὰ γίνῃ μιὰ ἐσωτερικὴ πηγὴ νεροῦ ποὺ θὰ ἀναβρύῃ εἰς ζωὴν αἰώνιον».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, δός μου τὸ νερὸ αὐτὸ διὰ νὰ μὴ διψῶ οὔτε νὰ ἔρχωμαι ἐδῶ νὰ ἀντλῶ».
Ὁ Ἰησοῦς τῆς λέγει, Πήγαινε, φώναξε τὸν ἄνδρα σου καὶ ἔλα ἐδῶ».
Ἡ γυναῖκα ἀπεκρίθη, «Δὲν ἔχω ἄνδρα».
Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Καλὰ εὶπες ὅτι δὲν ἔχεις ἄνδρα, διότι πέντε ἄνδρες ἐπῆρες καὶ τώρα ἐκεῖνον ποὺ ἔχεις δὲν εἶναι ἄνδρας σου· εἰς αὐτὸ εἶπες ἀλήθεια».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, βλέπω ὅτι σὺ εἶσαι προφήτης. Οἱ πατέρες μας εἰς τὸ ὄρος τοῦτο ἐλάτρευσαν τὸν Θεόν, ἐνῷ σεῖς λέτε ὅτι εἰς τὰ Ἱεροσόλυμα εἶναι ὁ τόπος ὅπου πρέπει νὰ λατρεύεται ὁ Θεός».
Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Πίστεψέ με, γυναῖκα, ὅτι ἔρχεται ὥρα ποὺ οὔτε εἰς τὸ ὄρος τοῦτο οὔτε εἰς τὰ Ἱεροσόλυμα θὰ λατρεύετε τὸν Πατέρα. Σεῖς λατρεύετε ἐκεῖνο ποὺ δὲν ξέρετε, ἐμεῖς λατρεύομεν ἐκεῖνο ποὺ ξέρομε, διότι ἡ σωτηρία ἔρχεται ἀπὸ τοὺς Ἰουδαίους. Ἀλλ’ ἔρχεται ἡ ὥρα, καὶ μάλιστα ἦλθε ἤδη, ποὺ οἱ ἀληθινοὶ προσκυνηταὶ θὰ λατρεύσουν τὸν Πατέρα πνευματικὰ καὶ ἀληθινά, διότι τέτοιοι θέλει ὁ Πατέρας νὰ εἶναι ἐκεῖνοι ποὺ τὸν λατρεύουν. Ὁ Θεὸς εἶναι Πνεῦμα καὶ ἐκεῖνοι ποὺ τὸν λατρεύουν πρέπει νὰ τὸν λατρεύουν πνευματικὰ καὶ ἀληθινά».
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Ξέρω ὅτι θὰ ἔλθῃ ὁ Μεσσίας, ὁ λεγόμενος Χριστός. Ὅταν ἔλθῃ ἐκεῖνος, θὰ μᾶς τὰ γνωρίσῃ ὅλα».
Ὁ Ἰησοῦς τῆς λέγει, «Ἐγὼ εἶμαι ποὺ μιλῶ μαζί σου».
Τὴν στιγμὴν αὐτὴν ἦλθαν οἱ μαθηταί του καὶ ἀπόρησαν ποὺ μιλοῦσε μὲ γυναῖκα, κανεὶς ὅμως δὲν εἶπε, «Τί ζητᾶς» ἢ «Γιατὶ μιλᾶς μαζί της;».
Ἡ γυναῖκα ἄφησε τὴν στάμνα της, ἐπῆγε εἰς τὴν πόλιν καὶ εἶπε εἰς τοὺς ἀνθρώπους, «Ἐλᾶτε νὰ ἰδῆτε ἕναν ποὺ μοῦ εἶπε ὅλα ὅσα ἔκανα· μήπως εἶναι αὐτὸς ὁ Χριστός;». Ἐβγῆκαν λοιπὸν ἀπὸ τὴν πόλιν καὶ ἤρχοντο σ’ αὐτόν.
Ἐν τῷ μεταξὺ τὸν παρακαλοῦσαν οἱ μαθηταὶ καὶ τοῦ ἔλεγαν, «Ραββί, φάγε».
Αὐτὸς δὲ εἶπε, «Ἐγὼ ἔχω φαγητὸν νὰ φάγω, τὸ ὁποῖον σεῖς δὲν ξέρετε».
Ἔλεγαν τότε οἱ μαθηταὶ μεταξύ τους, «Μήπως τοῦ ἔφερε κανεὶς νὰ φάγῃ;».
Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Τὸ φαγητόν μου εἶναι νὰ κάνω τὸ θέλημα ἐκείνου, ποὺ μὲ ἔστειλε καὶ νὰ τελειώσω τὸ ἔργο του. Δὲν λέτε, «Τέσσερις μῆνες ἀκόμη καὶ ὁ θερισμὸς ἔρχεται;». Σηκῶστε τὰ μάτια σας, σᾶς λέγω, καὶ ἰδέτε τὰ χωράφια ὅτι εἶναι ἄσπρα, ἕτοιμα πρὸς θερισμόν. Ἤδη ὁ θεριστὴς παίρνει μισθὸν καὶ μαζεύει καρπὸν διὰ τὴν ζωὴν τὴν αἰώνιον, διὰ νὰ χαίρουν μαζὶ καὶ ὁ σπορεὺς καὶ ὁ θεριστής. Ἐδῶ ἡ παροιμία εἶναι ἀληθινή, ὅτι ἄλλος σπέρνει καὶ ἄλλος θερίζει. Ἐγὼ σᾶς ἔστειλα νὰ θερίσετε ἐκεῖνο, διὰ τὸ ὁποῖον δὲν ἐκοπιάσατε· ἄλλοι ἔχουν κοπιάσει καὶ σεῖς ἐμπήκατε εἰς τὸν κόπον τους».
Πολλοὶ ἀπὸ τοὺς Σαμαρείτας τὴς πόλεως ἐκείνης ἐπίστεψαν εἰς αὐτὸν ἐξ αἰτίας τῆς μαρτυρίας τῆς γυναῖκας: «Μοῦ εἶπε ὅλα ὅσα ἔκανα». Ὅταν λοιπὸν ἦλθαν οἱ Σαμαρεῖται πρὸς αὐτόν, τὸν παρακαλοῦσαν νὰ μείνῃ κοντά τους· καὶ ἔμεινε ἐκεῖ δύο ἡμέρες. Καὶ πολὺ περισσότεροι ἐπίστεψαν ἔπειτα ἀπὸ ὅσα τοὺς εἶπε, εἰς δὲ τὴν γυναῖκα ἔλεγαν, «Ὁ λόγος ποὺ πιστεύομεν δὲν εἶναι πλέον τὰ ὅσα μᾶς εἶπες, ἀλλὰ διότι τὸν ἀκούσαμε ἐμεῖς οἱ ἴδιοι καὶ ξέρομεν ὅτι αὐτὸς εἶναι ἀληθινὰ ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός».