ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Β΄ (στ΄ 16 – ζ΄1)
Ἀδελφοί, τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
Ταῦτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, μπορεῖ νὰ ὑπάρχῃ συμφωνία μεταξὺ τοῦ ναοῦ τοῦ Θεοῦ καὶ τῶν εἰδώλων; Διότι σεῖς εἶσθε ναὸς τοῦ Θεοῦ τοῦ ζωντανοῦ, καθὼς εἶπεν ὁ Θεός, Θὰ κατοικήσω μέσα τους καὶ θὰ περπατήσω μεταξύ τους καὶ θὰ εἶμαι ὁ Θεός τους καὶ αὐτοὶ θὰ εἶναι ὁ λαός μου. Διὰ τοῦτο φύγετε ἀπὸ μέσα ἀπ’ αὐτοὺς καὶ χωρισθῆτε, λέγει ὁ Κύριος, μὴ ἐγγίζετε ἀκάθαρτον καὶ ἐγὼ θὰ σᾶς δεχθῶ, καὶ θὰ εἶμαι Πατέρας σας καὶ σεῖς θὰ εἶσθε υἱοί μου καὶ θυγατέρες, λέγει ὁ Κύριος ὁ Παντοκράτωρ.
Ἐπειδὴ λοιπὸν ἔχομεν αὐτὰς τὰς ὑποσχέσεις, ἀγαπητοί, ἂς καθαρίσωμεν τοὺς ἑαυτούς μας ἀπὸ κάθε μολυσμὸν σαρκὸς καὶ πνεύματος, τελειοποιούμενοι εἰς τὴν ἁγιωσύνην μὲ φόβον Θεοῦ.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Ματθαίον (ιε΄ 21 – 28)
Τῷ καιρῷ εκείνω, ἀνεχώρησεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγαζεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ἀνεχώρησε ὁ Ἰησοῦς εἰς τὰ μέρη τῆς Τύρου καὶ τῆς Σιδῶνος. Καὶ μία γυναῖκα Χαναναία ἀπὸ τὴν περιοχὴν ἐκείνην ἐβγῆκε καὶ ἐφώναζε, «Ἐλέησέ με, Κύριε, υἱὲ τοῦ Δαυΐδ. Ἡ θυγατέρα μου βασανίζεται ἀπὸ δαιμόνιον». Αὐτὸς ὅμως δὲν ἀπεκρίθη οὔτε λέξιν. Καὶ ἦλθαν οἱ μαθηταί του καὶ τοῦ ἔλεγαν, «Διῶξε την, διότι φωνάζει ἀπὸ πίσω μας». Αὐτὸς ἀπεκρίθη, «Δὲν εἶμαι σταλμένος παρὰ εἰς τὰ πρόβατα τὰ χαμένα τῆς γενεᾶς τοῦ Ἰσραήλ».
Αὐτὴ δὲ ἀφοῦ τὸν ἐπλησίασε, τὸν προσκυνοῦσε καὶ ἔλεγε, «Κύριε, βοήθησέ με». Ἐκεῖνος τῆς ἀπεκρίθη, «Δὲν εἶναι σωστὸ νὰ πάρω τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ ρίξω στὰ σκυλιά». Αὐτὴ δὲ εἶπε, «Ναί, Κύριε, ἀλλὰ καὶ τὰ σκυλιὰ τρώγουν ἀπὸ τὰ ψίχουλα, ποὺ πέφτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων τους».
Τότε ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ὦ γυναῖκα, μεγάλη εἶναι ἡ πίστις σου· ἂς σοῦ γίνῃ ὅπως θέλεις». Καὶ ἐθεραπεύθηκε ἡ θυγατέρα της ἀπὸ τὴν ὥραν ἐκείνην.