ΑΠΟΣΤΟΛΟΣ   Πράξεις Αποστόλων (ιθ΄ 1-8)
Ἐν ταις ημέρες εκείναις, εγένετο ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν.
Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα.
Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν.
Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

Απόδοση στη νεοελληνική:
Ἐνῷ ὁ Ἀπολλὼς ἦτο εἰς τὴν Κόρινθον, ὁ Παῦλος ἐπέρασε τὰ μεσόγεια μέρη καὶ ἦλθε εἰς τὴν Ἔφεσον. Ἐκεῖ εὑρῆκε μερικοὺς μαθητὰς καὶ τοὺς ἐρώτησε, «Ἐλάβατε Πνεῦμα Ἅγιον, ὅταν ἐπιστέψατε;». Ἐκεῖνοι τοῦ εἶπαν, «Οὔτε κἂν ἔχομεν ἀκούσει ἂν ὑπάρχῃ Πνεῦμα Ἅγιον».
Τότε τοὺς εἶπε, «Εἰς τί λοιπὸν ἐβαπτισθήκατε;» . Καὶ ἐκεῖνοι εἶπαν, «Εἰς τὸ βάπτισμα τοῦ Ἰωάννου».
Ὁ Παῦλος τότε εἶπε, «Ὁ Ἰωάννης ἐβάπτισε βάπτισμα μετανοίας καὶ ἔλεγε εἰς τὸν λαὸν νὰ πιστέψουν εἰς ἐκεῖνον ποὺ ἔρχεται μετὰ ἀπὸ αὐτόν, δηλαδὴ εἰς τὸν Χριστὸν Ἰησοῦν».
Ὅταν ἄκουσαν αὐτό, ἐβαπτίσθηκαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ· καὶ ὅταν ὁ Παῦλος ἔβαλε τὰ χέρια ἐπάνω τους, ἦλθε εἰς αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον καὶ μιλοῦσαν γλώσσας καὶ ἐπροφήτευαν.
Ἦσαν δὲ ὅλοι περὶ τοὺς δώδεκα. Κατόπιν ὁ Παῦλος ἐπῆγε εἰς τὴν συναγωγήν, καὶ ἐπὶ τρεῖς μῆνες ἐμιλοῦσε μὲ θάρρος. Συζητοῦσε καὶ ἔπειθε τοὺς Ἰουδαίους περὶ τῆς βασιλείας τοῦ Θεοῦ.



ΕΥΑΓΓΕΛΙΟ  Κατά Ιωάννην (α΄ 29-34)

Τῷ καιρῷ εκείνω, βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.
Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Απόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει, «Νά ὁ Ἀμνὸς τοῦ Θεοῦ ποὺ σηκώνει τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτὸς εἶναι διὰ τὸν ὁποῖον ἐγὼ εἶπα, «Ὕστερα ἀπὸ ἐμὲ ἔρχεται κάποιος, ποὺ εἶναι ἀνώτερός μου, διότι ὑπῆρχε πρὶν ἀπὸ ἐμέ». Καὶ ἐγὼ ὁ ἴδιος δὲν τὸν ἤξερα, ἀλλὰ διὰ νὰ γίνῃ φανερὸς εἰς τὸν Ἰσραήλ, διὰ τοῦτο ἦλθα ἐγὼ νὰ βαπτίζω μὲ νερό».
Καὶ ὁ Ἰωάννης ἔδωσε μαρτυρίαν, καὶ εἶπε, «Εἶδα τὸ Πνεῦμα νὰ κατεβαίνῃ σὰν περιστερὰ ἀπὸ τὸν οὐρανόν καὶ ἔμεινε ἐπάνω του. Ἐγὼ δὲν τὸν ἤξερα, ἀλλ’ ἐκεῖνος ποὺ μὲ ἔστειλε νὰ βαπτίζω μὲ νερό, ἐκεῖνος μοῦ εἶπε, «Εἰς ὅποιον θὰ ἰδῇς νὰ κατεβαίνῃ τὸ Πνεῦμα καὶ νὰ μένῃ ἐπάνω του, αὐτὸς εἶναι ποὺ βαπτίζει μὲ Πνεῦμα Ἅγιον». Καὶ ἐγὼ εἶδα καὶ ἐμαρτύρησα ὅτι αὐτὸς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ».