Προς Κορινθίους Β΄ (δ΄ 6-15)
Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ὁ Θεὸς ποὺ εἶπε νὰ λάμψῃ φῶς ἀπὸ τὸ σκοτάδι, αὐτὸς ἔλαμψε μέσα μας, διὰ νὰ φέρῃ εἰς φῶς τὴν γνῶσιν τῆς δόξης τοῦ Θεοῦ ἐν τῷ προσώπῳ τοῦ Ἰησοῦ Χριστοῦ.
Ἔχομεν δὲ τὸν θησαυρὸν αὐτὸν μέσα σὲ πήλινα σκεύη, διὰ νὰ φανῇ ὅτι τέτοια ὑπερβολικὴ δύναμις εἶναι τοῦ Θεοῦ καὶ δὲν προέρχεται ἀπὸ μᾶς. Πιεζόμεθα μὲ κάθε τρόπον, ἀλλὰ δὲν φθάνομεν σὲ ἀδιέξοδον, εὑρισκόμεθα σὲ ἀδυναμίαν ἀλλ’ ὄχι σὲ ἀπελπισίαν, διωκόμεθα ἀλλὰ δὲν ἐγκαταλειπόμεθα, καταβαλλόμεθα ἀλλὰ δὲν χανόμεθα.
Πάντοτε φέρομεν εἰς τὸ σῶμά μας τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ σῶμά μας. Διότι ἐνῷ ζῶμεν παραδιδόμεθα πάντοτε εἰς θάνατον χάριν τοῦ Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ θνητόν μας σῶμα. Ὥστε ὁ μὲν θάνατος συντελεῖται σ’ ἐμᾶς, ἀλλ’ ἡ ζωὴ σ’ ἐσᾶς.
Ἀλλ’ ἐπειδὴ ἔχομεν τὸ ἴδιο πνεῦμα τῆς πίστεως σύμφωνα πρὸς ὅ,τι εἶναι γραμμένον, Ἐπίστεψα καὶ διὰ τοῦτο ἐμίλησα, καὶ ἐμεῖς πιστεύομεν, διὰ τοῦτο καὶ μιλᾶμε, διότι γνωρίζομεν ὅτι ἐκεῖνος ποὺ ἀνέστησε τὸν Κύριον Ἰησοῦν θὰ ἀναστήσῃ καὶ ἐμᾶς διὰ τοῦ Ἰησοῦ καὶ θὰ μᾶς στήσῃ μαζὶ μ’ ἐσᾶς ἐνώπιόν του.
Ὅλα γίνονται πρὸς χάριν σας, ὥστε καθὼς ἡ χάρις ἐπεκτείνεται εἰς περισσοτέρους, νὰ προκαλέσῃ πλουσίαν τὴν εὐχαριστίαν πρὸς δόξαν τοῦ Θεοῦ.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (ε΄ 1-11)
Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό ἐκείνο, καθώς στεκόταν ὁ Ἰησοῦς κοντὰ εἰς τὴν λίμνην τῆς Γεννησαρέτ, εἶδε δύο πλοιάρια κοντὰ εἰς τὴν λίμνην, ἀλλ’ οἱ ψαράδες εἶχαν βγῆ καὶ ἔπλεναν τὰ δίχτυα. Ἐμπῆκε εἰς ἕνα ἀπὸ τὰ πλοιάρια τὸ ὁποῖον ἀνῆκε εἰς τὸν Σίμωνα καὶ τὸν παρεκάλεσε νὰ ἀπομακρυνθῇ λίγο ἀπὸ τὴν ξηράν. Τότε ἐκάθησε καὶ ἐδίδασκε τὰ πλήθη ἀπὸ τὸ πλοιάριον.
Μόλις ἔπαυσε νὰ μιλῇ, εἶπε εἰς τὸν Σίμωνα, «Πήγαινε εἰς τὰ βαθειὰ καὶ ρίξτε τὰ δίχτυα σας για ψάρεμα». Καὶ ὁ Σίμων ἀπεκρίθη, «Διδάσκαλε, ὅλην τὴν νύχτα ἐκοπιάσαμε χωρὶς νὰ πιάσωμε τίποτε. Ἀλλ’ ἐπειδὴ σὺ τὸ λές, θὰ ρίξω τὸ δίχτυ». Ὅταν τὸ ἔκαναν, ἔπιασαν πολλὰ ψάρια, καὶ τὸ δίχτυ τους ἄρχισε νὰ σχίζεται. Καὶ ἔκαναν νεύματα εἰς τοὺς συντρόφους των ποὺ ἦσαν εἰς τὸ ἄλλο πλοιάριον, νὰ ἔλθουν νὰ τοὺς βοηθήσουν· καὶ ἦλθαν καὶ ἐγέμισαν καὶ τὰ δύο πλοιάρια, ὥστε νὰ κινδυνεύουν νὰ βυθισθοῦν. Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε εἰς τὰ γόνατα τοῦ Ἰησοῦ καὶ εἶπε, «Φύγε ἀπ’ ἐδῶ, Κύριε, διότι εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτὸ τὸ εἶπε διότι ἐξεπλάγη καὶ αὐτὸς καὶ ὅλοι ὅσοι ἦσαν μαζί του μὲ τὰ ψάρια ποὺ ἔπιασαν, ἐπίσης καὶ ὁ Ἰάκωβος καὶ ὁ Ἰωάννης, οἱ υἱοὶ τοῦ Ζεβεδαίου, οἱ ὁποῖοι ἦσαν συνεταῖροι τοῦ Σίμωνος. Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν Σίμωνα, «Μὴ φοβᾶσαι· ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς θὰ πιάνῃς ἀνθρώπους».
Καὶ ὅταν ἔφεραν τὰ πλοιάρια εἰς τὴν ξηράν, τὰ ἄφησαν ὅλα καὶ τὸν ἀκολούθησαν.