Το Αποστολικό Ανάγνωσμα
ΑΠΟΣΤΟΛΟΣ Προς Γαλάτας (α΄ 11-19)
Αδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Απόδοση στη νεοελληνική:
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (η΄ 26–39)
Τῷ καιρῷ ἐκείνῳ, ελθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; Ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν.
Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό ἐκείνο, κατέπλευσε ὁ ᾿Ιησοῦς εἰς τὴν χῶραν τῶν Γαδαρηνῶν, τὸν συνήντησε κάποιος ἀπὸ τὴν πόλιν, ὁ ὁποῖος εἶχε δαιμόνια ἀπὸ πολλὰ χρόνια· δὲν ἤτανε ντυμένος καὶ δὲν ἔμενε σὲ σπίτι ἀλλὰ εἰς τὰ μνήματα. Ὅταν εἶδε τὸν Ἰησοῦν, ἔκραξε καὶ ἔπεσε εἰς τὰ πόδια του καὶ μὲ δυνατὴν φωνὴν εἶπε, «Τί ἐπεμβαίνεις σ’ ἐμέ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Σὲ παρακαλῶ μὴ μὲ βασανίσῃς». Διότι ὁ Ἰησοῦς εἶχε διατάξει τὸ πνεῦμα τὸ ἀκάθαρτον νὰ βγῇ ἀπὸ τὸν ἄνθρωπον. Πολλὲς φορὲς τὸν ἔπιανε καὶ τότε τὸν ἔδεναν μὲ ἁλυσίδες καὶ χειροπέδες καὶ τὸν ἐφύλαγαν. Αὐτὸς ὅμως ἔσπαζε τὰ δεσμὰ καὶ ἐφέρετο ἀπὸ τὸ δαιμόνιον εἰς τὰς ἐρήμους. Τὸν ἐρώτησε δὲ ὁ Ἰησοῦς, «Ποιὸ εἶναι τὸ ὄνομά σου;» Ἐκεῖνος δὲ εἶπε, «Λεγεών», διότι εἶχαν μπῆ πολλὰ δαιμόνια μέσα του, καὶ τὸν παρακαλοῦσαν νὰ μὴ τὰ διατάξῃ νὰ πᾶνε εἰς τὴν ἄβυσσον. Ὑπῆρχε δὲ ἐκεῖ μία ἀγέλη ἀπὸ χοίρους ποὺ ἔβοσκε εἰς τὸ βουνό. Καὶ τὸν παρεκάλεσαν νὰ τοὺς ἐπιτρέψῃ νὰ μποῦν εἰς ἐκείνους. Καὶ τοὺς τὸ ἐπέτρεψε. Ἐβγῆκαν τὰ δαιμόνια ἀπὸ τὸν ἄνθρωπον, ἐμπῆκαν εἰς τοὺς χοίρους καὶ ὥρμησε ἡ ἀγέλη πρὸς τὸν κρημνὸν καὶ ἔπεσε εἰς τὴν λίμνην καὶ ἐπνίγηκε.
Ὅταν οἱ βοσκοὶ εἶδαν τί συνέβη, ἔφυγαν καὶ τὸ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τὴν ὕπαιθρον. Ἐβγῆκαν δὲ μερικοί νὰ ἰδοῦν τὸ γεγονὸς καὶ ἦλθαν εἰς τὸν Ἰησοῦν καὶ εὑρῆκαν τὸν ἄνθρωπον, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῆ τὰ δαιμόνια, νὰ κάθεται κοντὰ στὰ πόδια τοῦ Ἰησοῦ, ντυμένος καὶ σωφρονισμένος, καὶ ἐφοβήθηκαν. Αὐτόπται μάρτυρες ἐπίσης τοὺς εἶπαν πῶς ἐθεραπεύθηκε ὁ δαιμονισμένος. Τότε ὅλος ὁ πληθυσμὸς τῆς περιοχῆς τῶν Γαδαρηνῶν τὸν παρεκάλεσε νὰ φύγῃ ἀπ’ αὐτούς, διότι κατείχοντο ἀπὸ φόβον μεγάλον. Αὐτὸς τότε ἐμπῆκε εἰς τὸ πλοιάριον καὶ ἐπέστρεψε.
Ὁ ἄνθρωπος ἀπὸ τὸν ὁποῖον εἶχαν βγῆ τὰ δαιμόνια, παρεκάλεσε νὰ μείνῃ μαζί του, ἀλλ’ ὁ Ἰησοῦς τοῦ εἶπε νὰ φύγῃ μὲ τὰ ἑξῆς λόγια, «Γύρισε εἰς τὸ σπίτι σου καὶ διηγοῦ ὅσα σοῦ ἔκαμε ὁ Θεός». Καὶ ἔφυγε καὶ ἔλεγε εἰς ὅλην τὴν πόλιν ὅσα τοῦ ἔκαμε ὁ Ἰησοῦς.