Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 13-8-2023 (Ι’ Ματθαίου)

Ἀδελφοί, δοκῶ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.


Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, μοῦ φαίνεται ὅτι ὁ Θεὸς ἄφησε ἐμᾶς τοὺς ἀποστόλους νὰ ἐμφανισθοῦμε τελευταῖοι, σὰν καταδικασμένοι εἰς θάνατον, διότι ἐγίναμε θέαμα εἰς τὸν κόσμον, εἰς τοὺς ἀγγέλους καὶ εἰς τοὺς ἀνθρώπους. Ἐμεῖς θεωρούμεθα μωροὶ χάριν τοῦ Χριστοῦ, σεῖς φρόνιμοι ἐν Χριστῷ· ἐμεῖς ἀδύνατοι, σεῖς δυνατοί· σεῖς ἔνδοξοι, ἐμεῖς ἄσημοι. Ἕως αὐτὴν τὴν στιγμὴν καὶ πεινᾶμε καὶ διψᾶμε, εἴμεθα κακοντυμένοι, δεχόμεθα ραπίσματα, διάγομεν βίον πλανόδιον, κοπιάζομεν ἐργαζόμενοι μὲ τὰ ἴδια μας τὰ χέρια. Ὅταν μᾶς βρίζουν, εὐλογοῦμεν, ὅταν μᾶς διώκουν, δείχνομεν ἀνοχήν· ὅταν μᾶς συκοφαντοῦν, μιλᾶμε εὐγενικά. Ἐγίναμε σὰν σκουπίδια τοῦ κόσμου· κάθαρμα ὅλων ἕως τὴν στιγμὴν αὐτήν.
Δὲν γράφω αὐτὰ διὰ νὰ σᾶς ντροπιάσω, ἀλλὰ διὰ νὰ σᾶς συμβουλεύσω σὰν παιδιά μου ἀγαπητά.
Διότι ἂν καὶ μπορῇ νὰ ἔχετε χιλιάδες παιδαγωγοὺς ἐν Χριστῷ, δὲν ἔχετε πολλοὺς πατέρας, διότι ἐγὼ σᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου. Σᾶς παρακαλῶ λοιπὸν νὰ γίνεσθε μιμηταί μου.
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντος τοῦ Ἰησοῦ πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Τότε, προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό ἐκείνο, ὅταν ἦλθε ὁ Ἰησοῦς πρὸς τὸ πλῆθος, τὸν ἐπλησίασε ἕνας καί, γονατιστός, τοῦ ἔλεγε, «Κύριε, ἐλέησε τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει πολύ. Πολλὲς φορὲς πέφτει στὴ φωτιὰ καὶ πολλὲς φορὲς στὸ νερό. Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου ἀλλὰ δὲν μπόρεσαν νὰ τὸν θεραπεύσουν».
Καὶ ὁ Ἰησοῦς εἶπε, «Ὦ γενεὰ ἄπιστη καὶ διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; Φέρετέ μου αὐτὸν ἐδῶ». Καὶ ἐπέπληξε αὐτὸν ὁ Ἰησοῦς καὶ ἐβγῆκε ἀπὸ αὐτὸν τὸ δαιμόνιον καὶ ἐθεραπεύθηκε τὸ παιδὶ ἀπὸ τὴν ὥραν ἐκείνην.
Τότε ἦλθαν οἱ μαθηταὶ εἰς τὸν Ἰησοῦν ἰδιαιτέρως καὶ τοῦ εἶπαν, «Γιατὶ ἐμεῖς δὲν μπορέσαμε νὰ τὸ βγάλωμε;». Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἐξ αἰτίας τῆς ἀπιστίας σας. Σᾶς βεβαιῶ, ἐὰν ἔχετε πίστιν σὰν τὸν σπόρο τοῦ σιναπιοῦ θὰ πῆτε εἰς τὸ βουνὸ αὐτό, «Μετατοπίσου ἀπὸ ἐδῶ ἐκεῖ», καὶ θὰ μετατοπισθῇ καὶ τίποτε δὲν θᾶ σᾶς εἶναι ἀδύνατον. Τοῦτο δὲ τὸ γένος δὲν βγαίνει παρὰ μόνο μὲ προσευχὴν καὶ νηστείαν».
Ὅταν δὲ περιεφέροντο εἰς τὴν Γαλιλαίαν, τοὺς εἶπεν ὁ Ἰησοῦς, «Ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει νὰ παραδοθῇ σὲ χέρια ἀνθρώπων. Καὶ θὰ τὸν φονεύσουν καὶ κατὰ τὴν τρίτην ἡμέραν θὰ αναστηθῇ». Καὶ ἐλυπήθηκαν πάρα πολύ.