Πράξεις Αποστόλων (ιστ΄ 16-34)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
Οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
Ἀπόδοση στη νεοελληνική:Τίς ἡμέρες ἐκείνες, καθὼς ἐπηγαίναμεν εἰς τὸν τόπον τῆς προσευχῆς μᾶς συνήντησε κάποια ὑπηρέτρια ποὺ εἶχε πνεῦμα μαντικόν, καὶ μὲ τὴν μαντείαν ἔφερνε πολλὰ κέρδη εἰς τοὺς κυρίους της. Αὐτὴ ἀκολουθοῦσε τὸν Παῦλον καὶ ἐμᾶς καὶ ἐφώναζε, «Αὐτοὶ οἱ ἄνθρωποι εἶναι δούλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ σᾶς ἀναγγέλουν τὸν δρόμον τῆς σωτηρίας». Αὐτὸ τὸ ἔκανε πολλὲς ἡμέρες. Ὁ Παῦλος ἦτο πολὺ ἀγανακτισμένος καὶ στραφεὶς εἶπε εἰς τὸ πνεῦμα, «Σὲ διατάσσω εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ νὰ βγῇς ἀπὸ αὐτήν». Καὶ ἐκείνην τὴν στιγμὴν ἐβγῆκε.
Ὅταν ὅμως οἱ κύριοί της εἶδαν ὅτι ἐχάθηκε ἡ ἐλπίδα τῶν κερδῶν τους, ἔπιασαν τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ τοὺς ἔσυραν εἰς τὴν ἀγορὰν πρὸς τὰς ἀρχάς, καὶ ὅταν τοὺς ἔφεραν εἰς τοὺς στρατηγοὺς εἶπαν, «Αὐτοὶ οἱ ἄνθρωποι, οἱ ὁποῖοι εἶναι Ἰουδαῖοι, δημιουργοῦν ταραχὴν εἰς τὴν πόλιν μας· κηρύσσουν διδασκαλίας, τὰς ὁποίας ἔμεῖς ποὺ εἴμεθα Ρωμαῖοι δὲν ἐπιτρέπεται νὰ τὰς παραδεχθοῦμε ἢ νὰ τὰς ἐφαρμόσωμεν». Ξεσηκώθηκε καὶ ὁ ὄχλος ἐναντίον τους, οἱ δὲ στρατηγοὶ τοὺς ἐξέσχισαν τὰ ἐνδύματα καὶ διέταξαν νὰ τοὺς ραβδίσουν. Ἀφοῦ τοὺς ἔδωκαν πολλὰ ραβδίσματα, τοὺς ἔριξαν εἰς τὴν φυλακὴν καὶ παρήγγειλαν εἰς τὸν δεσμοφύλακα νὰ τοὺς φυλάττῃ καλά. Αὐτός, ἀφοῦ ἔλαβε τέτοιαν παραγγελίαν, τοὺς ἔβαλε εἰς τὴν πιὸ βαθειὰ φυλακὴν καὶ ἔδεσε τὰ πόδια τους εἰς τὸ ξύλον πρὸς ἀσφάλειαν.
Κατὰ τὰ μεσάνυχτα ὁ Παῦλος καὶ ὁ Σίλας προσηύχοντο καὶ ἔψαλλαν ὕμνους εἰς τὸν Θεόν, καὶ οἱ ἄλλοι φυλακισμένοι τοὺς ἄκουαν. Ἔξαφνα ἔγινε σεισμὸς μεγάλος, ὥστε ἐσαλεύθησαν τὰ θεμέλια τῆς φυλακῆς, καὶ ἀμέσως ἄνοιξαν ὅλες οἱ πόρτες καὶ ὅλων τὰ δεσμὰ ἐλύθηκαν. Ὅταν ἐξύπνησε ὁ δεσμοφύλαξ καὶ εἶδε ἀνοικτὲς τὶς πόρτες τῆς φυλακῆς, ἔσυρε τὸ μαχαίρι του καὶ ἐπρόκειτο ν’ αὐτοκτονήσῃ, ἐπειδὴ ἐνόμιζε ὅτι οἱ φυλακισμένοι εἶχαν φύγει. Ἀλλ’ ὁ Παῦλος τοῦ ἐφώναξε δυνατά, «Μὴ κάνῃς κανένα κακὸν εἰς τὸν ἑαυτόν σου, διότι ὅλοι εἴμεθα ἐδῶ». Ἀφοῦ ἐζήτησε φῶτα, ἐπήδησε μέσα καί, τρομαγμένος, ἔπεσε εἰς τὰ πόδια τοῦ Παύλου καὶ τοῦ Σίλα. Ὕστερα τοὺς ὡδήγησε ἔξω καὶ εἶπε, «Κύριοι, τί πρέπει νὰ κάνω γιὰ νὰ σωθῶ;». Ἐκεῖνοι δὲ εἶπαν, «Πίστεψε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ θὰ σωθῇς σὺ καὶ οἱ οἰκιακοί σου». Καὶ ἐκήρυξαν τὸν λόγον τοῦ Κυρίου εἰς αὐτὸν καὶ εἰς ὅλους ποὺ ἦσαν εἰς τὸ σπίτι του. Ἐκείνην τὴν νυχτερινὴν ὥραν τοὺς ἐπῆρε καὶ ἔπλυνε τὶς πληγές τους καὶ ἀμέσως κατόπιν ἐβαπτίσθηκε καὶ αὐτὸς καὶ ὅλοι οἱ δικοί του. Τοὺς ἔφερε εἰς τὸ σπίτι του, τοὺς ἔδωσε φαγητὸν καὶ ἐχαίρετο μὲ ὅλους τοὺς δικούς του διὰ τὴν πίστιν του εἰς τὸν Θεόν.
Το Ευαγγελικό ανάγνωσμα Κατά Ιωάννην (θ΄ 1–38)
Τῷ καιρῷ ἐκείνῳ, παράγων ο Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
Ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.
Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
Οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
Απόδοση στη νεοελληνική:
Τόν καιρό ἐκείνο, καθὼς ἐβάδιζε ὁ Ἰησοῦς, εἶδε ἄνθρωπον γεννημένον τυφλὸν καὶ τὸν ἐρώτησαν οἱ μαθηταί του, «Ραββί, ποιός ἁμάρτησε, αὐτὸς ἢ οἱ γονεῖς του διὰ νὰ γεννηθῇ τυφλός;».
Ἀπεκρίθη ὁ Ἰησοῦς, «Οὔτε αὐτὸς ἁμάρτησε οὔτε οἱ γονεῖς του, ἀλλὰ διὰ νὰ φανερωθοῦν ἐξ ἀφορμῆς του τὰ ἔργα τοῦ Θεοῦ. Ἐγὼ πρέπει νὰ κάνω τὰ ἔργα ἐκείνου ποὺ μὲ ἔστειλε ἐν ὅσω εἶναι ἡμέρα· θὰ ἔλθῃ νύχτα, ὅταν κανεὶς δὲν θὰ μπορῇ νὰ ἐργασθῇ. Ὅσον καιρὸν εἶμαι εἰς τὸν κόσμον, εἶμαι τὸ φῶς τοῦ κόσμου».
Ὅταν εἶπε αὐτά, ἔφτυσε χάμω καὶ ἔκανε πηλὸν μὲ τὸ φτύσιμο καὶ ἄλειψε τὸν πηλὸν ἐπάνω εἰς τὰ μάτια τοῦ τυφλοῦ καὶ τοῦ εἶπε, «Πήγαινε, πλύσου εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ», τὸ ὁποῖον μεταφράζεται Ἀπεσταλμένος. Ἔφυγε λοιπὸν καὶ πλύθηκε καὶ ἐπέστρεψε βλέπων.
Οἱ γείτονες καὶ ἐκεῖνοι ποὺ προηγουμένως τὸν ἔβλεπαν ὅτι ἦτο τυφλός, ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ποὺ καθότανε καὶ ζητιάνευε;». Μερικοὶ ἔλεγαν ὅτι αὐτὸς εἶναι καὶ ἄλλοι ὅτι εἶναι κάποιος ποὺ τοῦ μοιάζει. Ἐκεῖνος ἔλεγε, «Ἐγὼ εἶμαι». Τοῦ εἶπαν τότε, «Πῶς ἄνοιξαν τὰ μάτια σου;». Ἀπεκρίθη ἐκεῖνος, Ἕνας ἄνθρωπος ποὺ ὀνομάζεται Ἰησοῦς ἔκανε πηλὸν καὶ μοῦ ἄλειψε τὰ μάτια καὶ μου εἶπε, «Πήγαινε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ πλύσου». Ὅταν ἐπῆγα καὶ πλύθηκα, ἀπέκτησα τὸ φῶς μου». Τότε τὸν ἐρώτησαν, «Ποῦ εἶναι ἐκεῖνος;» καὶ αὐτὸς ἀπεκρίθη, «Δὲν ξέρω». Ὁδηγοῦν αὐτόν, τὸν ἄλλοτε τυφλόν, εἰς τοὺς Φαρισαίους. Ἦτο δὲ Σάββατον, ὅταν ἔκανε ὁ Ἰησοῦς τὸν πηλὸν καὶ ἄνοιξε τὰ μάτια του.
Τότε οἱ Φαρισαῖοι πάλιν τὸν ἐρώτησαν πῶς ἀπέκτησε τὸ φῶς του, αὐτὸς δὲ εἶπε, «Μοῦ ἔβαλε πηλὸν εἰς τὰ μάτια καὶ πλύθηκα καὶ βλέπω». Μερικοὶ ἀπὸ τοὺς Φαρισαίους εἶπαν, «Αὐτὸς ὁ ἄνθρωπος δὲν εἶναι ἀπὸ τὸν Θεόν, διότι δὲν τηρεῖ τὸ Σάββατον». Ἄλλοι ἔλεγαν, «Πῶς μπορεῖ ἄνθρωπος ἁμαρτωλὸς νὰ κάνῃ τέτοια θαύματα;». Καὶ ἔγινε διχασμὸς μεταξύ τους. Λέγουν πάλιν εἰς τὸν τυφλόν, «Σὺ τί λὲς γι’ αὐτὸν ἀφοῦ σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς εἶπε, «Εἶναι προφήτης».
Οἱ Ἰουδαῖοι δὲν ἤθελαν νὰ πιστέψουν ὅτι ἤτανε τυφλὸς καὶ ἀπέκτησε τὸ φῶς του, ἕως ὅτου φώναξαν τοὺς γονεῖς του καὶ τοὺς ἐρώτησαν, «Αὐτὸς εἶναι ὁ υἱός σας, διὰ τὸν ὁποῖον λέτε ὅτι γεννήθηκε τυφλός; Πῶς λοιπὸν τώρα βλέπει;». Ἀπεκρίθησαν εἰς αὐτοὺς οἱ γονεῖς του, «Ξέρομεν ὅτι αὐτὸς εἶναι ὁ υἱός μας καὶ ὅτι γεννήθηκε τυφλός. Πῶς ὅμως τώρα βλέπει, δὲν γνωρίζομεν, οὔτε ξέρομεν ποιός ἄνοιξε τὰ μάτια του. Αὐτὸς ἡλικίαν ἔχει, ἐρωτήσατέ τον· θὰ μιλήσῃ γιὰ τὸν ἑαυτόν του».
Αὐτὰ εἶπαν οἱ γονεῖς, του διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἐπειδὴ οἱ Ἰουδαῖοι εἶχαν ἤδη συμφωνήσει νὰ γίνῃ ἀποσυναγωγὸς ὅποιος ὁμολογήσῃ ὅτι αὐτὸς εἶναι ὁ Χριστός. Γι’ αὐτὸ οἱ γονεῖς του εἶπαν, «Ἡλικίαν ἔχει, ἐρωτήσατέ τον». Ἐφώναξαν τότε διὰ δευτέραν φορὰν τὸν ἄνθρωπον ποὺ ἤτανε τυφλὸς καὶ τοῦ εἶπαν, «Δόξασε τὸν Θεόν. Ἔμεῖς ξέρομεν ὅτι ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός».
Ἐκεῖνος ἀπεκρίθη, «Ἐὰν εἶναι ἁμαρτωλός, δὲν ξέρω. Ἕνα πρᾶγμα ξέρω, ὅτι ἐνῷ ἤμουν τυφλὸς, τώρα βλέπω». Τότε πάλιν τὸν ἐρώτησαν, «Τί σοῦ ἔκαμε; Πῶς σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς τοὺς ἀπεκρίθη, «Σᾶς εἶπα ἤδη καὶ δὲν ἐδώσατε προσοχήν· γιατὶ θέλετε πάλιν νὰ τὸ ἀκούσετε; Μήπως θέλετε καὶ σεῖς νὰ γίνετε μαθηταί του;».
Τότε τὸν ἔβρισαν καὶ τοῦ εἶπαν, «Σὺ εἶσαι μαθητὴς ἐκείνου, ἐμεῖς εἴμεθα μαθηταὶ τοῦ Μωϋσέως. Ἐμεῖς ξέρομεν ὅτι εἰς τὸν Μωϋσῆν ἐμίλησεν ὁ Θεός, ἀλλὰ γι’ αὐτὸν δὲν ξέρομεν, ἀπὸ ποῦ εἶναι».
Ὁ ἄνθρωπος τοὺς ἀπεκρίθη, «Αὐτὸ ἀκριβῶς εἶναι τὸ ἐκπληκτικόν, ὅτι σεῖς δὲν ξέρετε ἀπὸ ποῦ εἶναι, καὶ ὅμως μοῦ ἄνοιξε τὰ μάτια. Ξέρομεν δὲ ὅτι τοὺς ἁμαρτωλοὺς ὁ Θεὸς δὲν τοὺς ἀκούει, ἀλλ’ ἐὰν κανεὶς εἶναι θεοσεβὴς καὶ κάνῃ τὸ θέλημά του, ἐκεῖνον ἀκούει. Ποτὲ πρὶν δὲν ἀκούσθηκε ὅτι ἄνοιξε κάποιος τὰ μάτια τυφλοῦ ἐκ γενετῆς. Ἐὰν ὁ ἄνθρωπος αὐτὸς δὲν ἦτο ἀπὸ τὸν Θεόν, δὲν θὰ μποροῦσε νὰ κάνῃ τίποτε».
Ἐκεῖνοι τοῦ ἀπεκρίθησαν, «Σὺ γεννήθηκες ὁλόκληρος μέσα στὴν ἁμαρτίαν καὶ μᾶς διδάσκεις;». Καὶ τὸν ἔβγαλαν ἔξω. Ἄκουσε ὁ Ἰησοῦς ὅτι τὸν ἔβγαλαν ἔξω καὶ ὅταν τὸν εὑρῆκε τοῦ εἶπε, «Πιστεύεις σὺ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;». Ἀπεκρίθη ἐκεῖνος, «Καὶ ποιός εἶναι, Κύριε, γιὰ νὰ πιστέψω σ’ αὐτόν;». Ὁ Ἰησοῦς τοῦ εἶπε, «Τὸν ἔχεις ἰδῇ· εἶναι μάλιστα αὐτὸς ποὺ μιλεῖ μαζί σου». «Πιστεύω, Κύριε», εἶπε ἐκεῖνος καὶ τὸν προσκύνησε.