(῾Εβρ. ιγ´ 7-16)
Αδελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾿Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. ῎Εχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· ὧν γὰρ «εἰσφέρεται» ζῴων «τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ῞Αγια» διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα «κατακαίεται ἔξω τῆς παρεμβολῆς»· διὸ καὶ ᾿Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν «ἔξω τῆς παρεμβολῆς» τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾿ αὐτοῦ οὖν «ἀναφέρωμεν θυσίαν αἰνέσεως» διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾿ ἔστι «καρπὸν χειλέων» ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
Απόδοση:
Το Αποστολικό Ανάγνωσμα
(Λουκ. ιζ´ 12-19)
Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ ᾿Ιησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· ᾿Ιησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ· ᾿Αναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
Απόδοση:
Εκεῖνο τὸν καιρό, καθὼς ἔμπαινε ὁ ᾿Ιησοῦς σ’ ἕνα χωριό, τὸν συνάντησαν δέκα λεπροί· στάθηκαν λοιπὸν ἀπὸ μακριὰ καὶ τοῦ φώναζαν δυνατά· «᾿Ιησοῦ, ἀφέντη, ἐλέησέ μας!» Βλέποντάς τους ἐκεῖνος τοὺς εἶπε· «Πηγαίνετε νὰ σᾶς ἐξετάσουν οἱ ἱερεῖς». Καὶ καθὼς πήγαιναν, καθαρίστηκαν ἀπὸ τὴ λέπρα. ῞Ενας ἀπ’ αὐτούς, ὅταν εἶδε ὅτι θεραπεύτηκε, γύρισε δοξάζοντας μὲ δυνατὴ φωνὴ τὸν Θεό, ἔπεσε μὲ τὸ πρόσωπο στὰ πόδια τοῦ ᾿Ιησοῦ καὶ τὸν εὐχαριστοῦσε. Κι αὐτὸς ἦταν Σαμαρείτης. Τότε ὁ ᾿Ιησοῦς εἶπε· «Δὲν θεραπεύτηκαν καὶ οἱ δέκα; Οἱ ἄλλοι ἐννιὰ ποῦ εἶναι; Κανένας τους δὲν βρέθηκε νὰ γυρίσει νὰ δοξάσει τὸν Θεὸ παρὰ μόνο τοῦτος ἐδῶ ὁ ἀλλοεθνής;» Καὶ σ’ αὐτὸν εἶπε· «Σήκω καὶ πήγαινε στὸ καλό· ἡ πίστη σου σὲ ἔσωσε».