Το Αποστολικό Ανάγνωσμα
῾Εβρ. ια´ 24-26, 32-40
Αδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενοςἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷτοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίαςἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶνΑἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦΧριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴνμισθαποδοσίαν. Καὶ τί ἔτι λέγω;
᾿Επιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶΓεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε,Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἱδιὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχονἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγονστόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐνπολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεωςτοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴνἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶμαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν,ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆ-λθον ἐνμηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοιςκαὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴνἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶςἡμῶν τελειωθῶσι.
Απόδοση στη νεοελληνική
Αδελφοί, μὲ τὴν πίστη ὁ Μωυσῆς, ὅταν πιὰ μεγάλωσε, ἀρνήθηκε νὰὀνομάζεται γιὸς τῆς κόρης τοῦ Φαραώ· προτίμησε νὰ ὑποφέρει μαζὶ μὲ τὸν λαὸτοῦ Θεοῦ, παρὰ ν’ ἀπολαμβάνει τὴν πρόσκαιρη ἁμαρτωλὴ ζωή. Θεώρησεμεγαλύτερο πλοῦτο ἀπὸ τοὺς θησαυροὺς τῆς Αἰγύπτου τὸν ἐξευτελισμό, σὰνἐκεῖνον ποὺ ὑπέφερε ὁ Χριστός, γιατὶ ἀπέβλεπε στὴν ἀνταπόδοση. Χρειάζεταινὰ συνεχίσω; Δὲν θὰ μὲ πάρει ὁ χρόνος νὰ διηγηθῶ γιὰ τὸν Γεδεών, τὸνΒαράκ, τὸν Σαμψών, τὸν ᾿Ιεφθάε, τὸν Δαβίδ, τὸν Σαμουὴλ καὶ τοὺς προφῆτες.Μὲ τὴν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τὸ δίκαιο, πέτυχαν τὴνπραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων·ἔσβησαν τὴ δύναμη τῆς φωτιᾶς, διέφυγαν τὴ σφαγή, ἔγιναν ἀπὸ ἀδύνατοιἰσχυροί, ἀναδείχτηκαν ἥρωες στὸν πόλεμο, ἔτρεψαν σὲ φυγὴ ἐχθρικὰστρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στὴ ζωὴ τοὺς ἀνθρώπους τους, κιἄλλοι βασανίστηκαν ὣς τὸν θάνατο, χωρὶς νὰ δεχτοῦν τὴν ἀπελευθέρωσήτους, γιατὶ πίστευαν ὅτι μποροῦσαν ν’ ἀναστηθοῦν σὲ μιὰ καλύτερη ζωή.῎Αλλοι δοκίμασαν ἐξευτελισμοὺς καὶ μαστιγώσεις, ἀκόμη καὶ δεσμὰ καὶφυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες,θανατώθηκαν μὲ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μὲ προβιὲς καὶκατσικίσια δέρματα, ἔζησαν μὲ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καὶκακουχίες – ὁ κόσμος δὲν ἦταν ἄξιος νά ᾿χει τέτοιους ἀνθρώπους -πλανήθηκαν σὲ ἐρημιὲς καὶ βουνά, σὲ σπηλιὲς καὶ σὲ τρύπες τῆς γῆς.
῞Ολοι οἱ παραπάνω, παρὰ τὴν καλὴ μαρτυρία τῆς πίστης τους, δὲν πῆραν ὅ,τιτοὺς ὑποσχέθηκε ὁ Θεός. Αὐτὸς εἶχε προβλέψει κάτι καλύτερο γιὰ μᾶς, ἔτσιὥστε νὰ μὴ φτάσουν ἐκεῖνοι στὴν τελειότητα χωρὶς ἐμᾶς.
Ευαγγελικό Ανάγνωσμα
Ιω. α´ 44-52
Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ Φίλιππος ἀπὸΒηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷΝαθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ·ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν μεγινώσκεις; ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι,ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ᾿Απεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺεἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεναὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτωνὄψει. Καὶ λέγει αὐτῷ· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸνἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶτὸν υἱὸν τοῦ ἀνθρώπου.
Απόδοση στη νεοελληνική
Τόν καιρό ἐκεῖνο ὁ ᾿Ιησοῦς ἀποφάσισε νὰ πάει στὴ Γαλιλαία. Βρίσκει τότε τὸνΦίλιππο καὶ τοῦ λέει· «῎Ελα μαζί μου». ῾Ο Φίλιππος καταγόταν ἀπὸ τὴΒηθσαϊδά, τὴν πατρίδα τοῦ ᾿Ανδρέα καὶ τοῦ Πέτρου. Βρίσκει ὁ Φίλιππος τὸνΝαθαναὴλ καὶ τοῦ λέει· «Αὐτὸν ποὺ προανήγγειλε ὁ Μωυσῆς στὸν νόμο καὶ οἱπροφῆτες, τὸν βρήκαμε· εἶναι ὁ ᾿Ιησοῦς, ὁ γιὸς τοῦ ᾿Ιωσὴφ ἀπὸ τὴ Ναζαρέτ».«Μπορεῖ ἀπὸ τὴ Ναζαρὲτ νὰ βγεῖ τίποτα καλό;» τὸν ρώτησε ὁ Ναθαναήλ.«῎Ελα καὶ δὲς μόνος σου», τοῦ λέει ὁ Φίλιππος.῾Ο ᾿Ιησοῦς εἶδε τὸν Ναθαναὴλνὰ πλησιάζει καὶ λέει γι’ αὐτόν· «Νά ἕνας γνήσιος ᾿Ισραηλίτης, χωρὶς δόλομέσα του». «᾿Απὸ ποῦ μὲ ξέρεις;» τὸν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ ᾿Ιησοῦς τοῦἀπάντησε· «Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος νὰ ᾿ρθεῖς, σὲ εἶδα ποὺ ἤσουν κάτω ἀπ’τὴ συκιά». Τότε ὁ Ναθαναὴλ τοῦ εἶπε· «Διδάσκαλε, ἐσὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ,ἐσὺ εἶσαι ὁ βασιλιὰς τοῦ ᾿Ισραήλ». Κι ὁ ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «᾿Επειδὴ σοῦεἶπα πὼς σὲ εἶδα κάτω ἀπὸ τὴ συκιά, γι’ αὐτὸ πιστεύεις; Θὰ δεῖς μεγαλύτεραπράγματα ἀπ’ αὐτά». Καὶ τοῦ λέει· «Σᾶς βεβαιώνω ὅτι σύντομα θὰ δεῖτε νὰ ἔχειἀνοίξει ὁ οὐρανός, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουνπάνω στὸν Υἱὸ τοῦ ᾿Ανθρώπου».