Το Αποστολικό Ανάγνωσμα(῾Εβρ. ια´ 24-26, 32-40)
Αδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
Καὶ τί ἔτι λέγω; ᾿Επιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·

ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆ-λθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.

Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Απόδοση
Αδελφοί, μὲ τὴν πίστη ὁ Μωυσῆς, ὅταν πιὰ μεγάλωσε, ἀρνήθηκε νὰ ὀνομάζεται γιὸς τῆς κόρης τοῦ Φαραώ· προτίμησε νὰ ὑποφέρει μαζὶ μὲ τὸν λαὸ τοῦ Θεοῦ, παρὰ ν’ ἀπολαμβάνει τὴν πρόσκαιρη ἁμαρτωλὴ ζωή. Θεώρησε μεγαλύτερο πλοῦτο ἀπὸ τοὺς θησαυροὺς τῆς Αἰγύπτου τὸν ἐξευτελισμό, σὰν ἐκεῖνον ποὺ ὑπέφερε ὁ Χριστός, γιατὶ ἀπέβλεπε στὴν ἀνταπόδοση. Χρειάζεται νὰ συνεχίσω; Δὲν θὰ μὲ πάρει ὁ χρόνος νὰ διηγηθῶ γιὰ τὸν Γεδεών, τὸν Βαράκ, τὸν Σαμψών, τὸν ᾿Ιεφθάε, τὸν Δαβίδ, τὸν Σαμουὴλ καὶ τοὺς προφῆτες. Μὲ τὴν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τὸ δίκαιο, πέτυχαν τὴν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τὴ δύναμη τῆς φωτιᾶς, διέφυγαν τὴ σφαγή, ἔγιναν ἀπὸ ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στὸν πόλεμο, ἔτρεψαν σὲ φυγὴ ἐχθρικὰ στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στὴ ζωὴ τοὺς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὣς τὸν θάνατο, χωρὶς νὰ δεχτοῦν τὴν ἀπελευθέρωσή τους, γιατὶ πίστευαν ὅτι μποροῦσαν ν’ ἀναστηθοῦν σὲ μιὰ καλύτερη ζωή. ῎Αλλοι δοκίμασαν ἐξευτελισμοὺς καὶ μαστιγώσεις, ἀκόμη καὶ δεσμὰ καὶ φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μὲ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μὲ προβιὲς καὶ κατσικίσια δέρματα, ἔζησαν μὲ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καὶ κακουχίες – ὁ κόσμος δὲν ἦταν ἄξιος νά ᾿χει τέτοιους ἀνθρώπους – πλανήθηκαν σὲ ἐρημιὲς καὶ βουνά, σὲ σπηλιὲς καὶ σὲ τρύπες τῆς γῆς.

῞Ολοι οἱ παραπάνω, παρὰ τὴν καλὴ μαρτυρία τῆς πίστης τους, δὲν πῆραν ὅ,τι τοὺς ὑποσχέθηκε ὁ Θεός. Αὐτὸς εἶχε προβλέψει κάτι καλύτερο γιὰ μᾶς, ἔτσι ὥστε νὰ μὴ φτάσουν ἐκεῖνοι στὴν τελειότητα χωρὶς ἐμᾶς.

Το Ευαγγελικό Ανάγνωσμα(᾿Ιω. α´ 44-52)
Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ᾿Απεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Απόδοση:
Τόν καιρό ἐκεῖνο ὁ ᾿Ιησοῦς ἀποφάσισε νὰ πάει στὴ Γαλιλαία. Βρίσκει τότε τὸν Φίλιππο καὶ τοῦ λέει· «῎Ελα μαζί μου». ῾Ο Φίλιππος καταγόταν ἀπὸ τὴ Βηθσαϊδά, τὴν πατρίδα τοῦ ᾿Ανδρέα καὶ τοῦ Πέτρου. Βρίσκει ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέει· «Αὐτὸν ποὺ προανήγγειλε ὁ Μωυσῆς στὸν νόμο καὶ οἱ προφῆτες, τὸν βρήκαμε· εἶναι ὁ ᾿Ιησοῦς, ὁ γιὸς τοῦ ᾿Ιωσὴφ ἀπὸ τὴ Ναζαρέτ». «Μπορεῖ ἀπὸ τὴ Ναζαρὲτ νὰ βγεῖ τίποτα καλό;» τὸν ρώτησε ὁ Ναθαναήλ. «῎Ελα καὶ δὲς μόνος σου», τοῦ λέει ὁ Φίλιππος.
῾Ο ᾿Ιησοῦς εἶδε τὸν Ναθαναὴλ νὰ πλησιάζει καὶ λέει γι’ αὐτόν· «Νά ἕνας γνήσιος ᾿Ισραηλίτης, χωρὶς δόλο μέσα του». «᾿Απὸ ποῦ μὲ ξέρεις;» τὸν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ ᾿Ιησοῦς τοῦ ἀπάντησε· «Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος νὰ ᾿ρθεῖς, σὲ εἶδα ποὺ ἤσουν κάτω ἀπ’ τὴ συκιά». Τότε ὁ Ναθαναὴλ τοῦ εἶπε· «Διδάσκαλε, ἐσὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐσὺ εἶσαι ὁ βασιλιὰς τοῦ ᾿Ισραήλ». Κι ὁ ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «᾿Επειδὴ σοῦ εἶπα πὼς σὲ εἶδα κάτω ἀπὸ τὴ συκιά, γι’ αὐτὸ πιστεύεις; Θὰ δεῖς μεγαλύτερα πράγματα ἀπ’ αὐτά». Καὶ τοῦ λέει· «Σᾶς βεβαιώνω ὅτι σύντομα θὰ δεῖτε νὰ ἔχει ἀνοίξει ὁ οὐρανός, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν πάνω στὸν Υἱὸ τοῦ ᾿Ανθρώπου».