Ο Απόστολος της Κυριακής 24 Ιουλίου 2016
Ὅποιος πιστεύει
μὲ τὴν καρδιά του
ὁδηγεῖται στὴ δικαίωση,
κι ὅποιος ὁμολογεῖ
μὲ τὸ στόμα
ὁδηγεῖται στὴ σωτηρία.
᾿Αγνο-οῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι «ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς»· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;». Τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· ἤ «τίς καταβήσεται εἰς τὴν ἄβυσσον;». Τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ᾿Αλλὰ τί λέγει; «᾿Εγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου»· τοῦτ᾿ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ῞Οτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον ᾿Ιησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Το Ευαγγέλιο της Κυριακής 24 Ιουλίου 2016 – Ε´ Ματθαίου
«Πηγαίνετε».
Αὐτοὶ βγῆκαν καὶ πῆγαν
στὸ κοπάδι τῶν χοίρων.
Καὶ ὅλο τὸ κοπάδι ὅρμησε
καὶ γκρεμίστηκε στὴ λίμνη
καὶ πνίγηκαν μέσα στὰ νερά.
(Μτθ. η´ 28-θ´ 1)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ῏Ην δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· ῾Υπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
Απόδοση σε απλή γλώσσα
Εκεῖνο τὸν καιρό, ὅταν ἔφτασε ὁ ᾿Ιησοῦς στὴν περιοχὴ τῶν Γεργεσηνῶν, τὸν συνάντησαν δύο δαιμονισμένοι ποὺ ἔρχονταν ἀπὸ τὰ μνήματα, τόσο φοβεροί, ποὺ κανένας δὲν τολμοῦσε νὰ περάσει ἀπὸ κεῖνο τὸν δρόμο. Καὶ μὲ κραυγὲς τοῦ ἔλεγαν· «Τί δουλειὰ ἔχεις ἐσὺ μ᾿ ἐμᾶς, Υἱὲ τοῦ Θεοῦ; ῏Ηρθες ἐδῶ νὰ μᾶς βασανίσεις πρὶν τὴν ὥρα μας;» Μακριὰ ἀπ᾿ αὐτοὺς ἔβοσκε ἕνα μεγάλο κοπάδι χοίρων. Καὶ οἱ δαίμονες τὸν παρακαλοῦσαν λέγοντας· «῍Αν εἶναι νὰ μᾶς διώξεις, ἄφησέ μας νὰ πᾶμε στὸ κοπάδι τῶν χοίρων». Κι ἐκεῖνος τοὺς εἶπε· «Πηγαίνετε». Αὐτοὶ βγῆκαν καὶ πῆγαν στὸ κοπάδι τῶν χοίρων. Καὶ ὅλο τὸ κοπάδι ὅρμησε καὶ γκρεμίστηκε στὴ λίμνη καὶ πνίγηκαν μέσα στὰ νερά. Οἱ βοσκοὶ ἔφυγαν, πῆγαν στὴν πόλη καὶ ἀνάγγειλαν ὅλα τὰ συμβάντα καὶ ὅ,τι ἔγινε μὲ τοὺς δαιμονισμένους. Βγῆκε τότε ὅλη ἡ πόλη νὰ συναντήσει τὸν ᾿Ιησοῦ, κι ὅταν τὸν εἶδαν, τὸν παρακάλεσαν νὰ φύγει ἀπὸ τὴν περιοχή τους. ῾Ο ᾿Ιησοῦς ἐπιβιβάστηκε στὸ πλοῖο, διέσχισε τὴ λίμνη καὶ ἦρθε στὴν πόλη του.