ΑΠΟΣΤΟΛΟΣ   Προς Εφεσίους (β΄ 4-10)
Ἀδελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.


Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμε.


Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ὁ Θεός, ἐπειδὴ εἶναι πλούσιος εἰς εὐσπλαγχνίαν ἕνεκα τῆς πολλῆς ἀγάπης μὲ τὴν ὁποίαν μᾶς ἀγάπησε, ἂν καὶ ἤμαστε νεκροὶ ἕνεκα τῶν παραπτωμάτων, μᾶς ἐζωοποίησε μαζὶ μὲ τὸν Χριστόν, – διὰ χάριτος εἶσθε σωσμένοι –, καὶ μᾶς ἀνέστησε μαζὶ καὶ μᾶς ἐκάθησε μαζὶ εἰς τὰ ἐπουράνια ἐν Χριστῷ Ἰησοῦ, διὰ νὰ δείξῃ εἰς τοὺς μέλλοντας αἰῶνας τὸν ὑπερβολικὸν πλοῦτον τῆς χάριστός του εἰς καλωσύνην ποὺ ἔδειξε σ’ ἐμᾶς διὰ τοῦ Χριστοῦ Ἰησοῦ. Διότι διὰ τῆς χάριτος εἶσθε σωσμένοι διὰ τῆς πίστεως καὶ αὐτὸ δὲν προέρχεται ἀπὸ σᾶς, ἀλλὰ εἶναι τοῦ Θεοῦ δῶρον, ὄχι ἀπὸ ἔργα, διὰ νὰ μὴ μπορῇ κανεὶς νὰ καυχηθῇ.
Διότι εἴμεθα δικό του ἔργον, δημιουργηθέντες ἐν Χριστῷ Ἰησοῦ δι’ ἔργα ἀγαθά, τὰ ὁποία ὁ Θεὸς προετοίμασε, διὰ νὰ ἀποτελέσουν τὸν τρόπον τῆς ζωῆς μας.


ΕΥΑΓΓΕΛΙΟΝ   Κατά Λουκάν (ιη΄ 18 – 27)
Τῷ καιρῷ εκείνω, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, κάποιος ἄρχων προσῆλθε στον Ἰησοῦ και τὸν ἐρώτησε, «Διδάσκαλε ἀγαθέ, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωήν αἰώνιον;» Ὁ Ἰησοῦς τοῦ εἶπε, «Γιατὶ μὲ ὀνομάζεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ μόνος ὁ Θεός. Τὰς ξέρεις τὰς ἐντολάς, Νὰ μὴ μοιχεύσῃς, νὰ μὴ φονεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου». Ἐκεῖνος δὲ εἶπε, «ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴν νεανικήν μου ἡλικίαν».
Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς εἶπε, «Ἕνα ἀκόμη σοῦ λείπει· πώλησε ὅλα ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺ;καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα, ἀκολούθησέ με». Ἀλλ’ αὐτὸς ὅταν τὸ ἄκουσε, ἐλυπήθηκε πολύ, διότι ἤτανε πολὺ πλούσιος. Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε τόσον λυπημένον, εἶπε, «Πόσον δύσκολον εἶναι δι’ ἐκείνους ποὺ ἔχουν τὰ χρήματα νὰ μποῦν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ. Εἶναι εὐκολώτερον νὰ περάσῃ μιὰ καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ νὰ μπῇ ἕνας πλούσιος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Ἐκεῖνοι ποὺ τὸ ἄκουσαν εἶπαν, Τότε ποιός μπορεῖ νὰ σωθῇ;». Αὐτὸς δὲ εἶπε, «Εκεῖνα ποὺ εἶναι ἀδύνατα εἰς τοὺς ἀνθρώπους εἶναι δυνατὰ εἰς τὸν Θεόν».