ΑΠΟΣΤΟΛΟΣ  Καθολική Επιστολή Πέτρου Β΄ (α΄ 10-19)
Ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.


Δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
Λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ.
Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.


Απόδοση στη νεοελληνική
Ἀδελφοί, δείξατε μεγαλύτερον ζῆλον εἰς τὸ νὰ κάνετε βεβαίαν τὴν κλῆσίν σας καὶ τὴν ἐκλογήν· ἐὰν τὸ κάνετε αὐτό, ποτὲ δὲν θὰ πέσετε.
Ἔτσι θὰ σᾶς χορηγηθῇ πλουσίως ἡ εἴσοδος εἰς τὴν αἰωνίαν βασιλείαν τοῦ Κυρίου μας καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὰ τοῦτο, δὲν θὰ ἀμελήσω νὰ σᾶς ὑπενθυμίζω αὐτὰ πάντοτε, ἂν καὶ τὰ ξέρετε καὶ εἶσθε στερεοὶ εἰς τὴν ἀλήθειαν, ποὺ ἤδη ἔχετε.
Νομίζω εἶναι δίκαιον, ἐφ’ ὅσον εἶμαι εἰς τοῦτο τὸ σῶμα, νὰ σᾶς ξυπνάω μὲ ὑπομνήσεις, ἐπειδὴ ξέρω ὅτι γρήγορα θὰ τὸ ἀποβάλω, ὅπως καὶ ὁ Κύριός μας Ἰησοῦς Χριστὸς μοῦ ἐφανέρωσε.
Ἀλλὰ θὰ φροντίσω νὰ ἔχετε τὰ μέσα ὥστε, καὶ ὅταν θὰ ἔχω φύγει, νὰ θυμᾶστε αὐτὰ πάντοτε. Διότι σᾶς ἐγνωστοποιήσαμεν τὴν δύναμιν καὶ τὴν ἔλευσιν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ὄχι ἀκολουθήσαντες ἐντέχνους μύθους, ἀλλ’ ἐπειδὴ εἴδαμε μὲ τὰ μάτια μας τὴν μεγαλειότητά του, ὅταν ἔλαβε ἀπὸ τὸν Θεὸν Πατέρα τιμὴν καὶ δόξαν, καὶ ἦλθε εἰς αὐτὸν ἀπὸ τὴν μεγαλοπρεπῆ δόξαν μιὰ τέτοια φωνή: αὐτὸς εἶναι ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς τὸν ὁποῖον ἐγὼ εὐαρεστοῦμαι. Τὴν φωνὴν αὐτὴν ἐμεῖς ἀκούσαμε νὰ ἔρχεται ἀπὸ τὸν οὐρανόν, ὅταν ἤμαστε μαζί του εἰς τὸ ὄρος τὸ ἅγιον.
Καὶ ἔτσι ἔχομεν μεγαλυτέραν βεβαίωσιν διὰ τὸν προφητικὸν λόγον, εἰς τὸν ὁποῖον καλὰ κάνετε νὰ δίνετε προσοχήν, σὰν σὲ ἕνα λυχνάρι ποὺ φωτίζει μέσα σὲ σκοτεινὸν μέρος, ἕως ὅτου γλυκοχαράξῃ ἡ ἡμέρα καὶ ὁ αὐγερινὸς ἀνατείλῃ στὶς καρδιές σας.


ΕΥΑΓΓΕΛΙΟΝ  Κατά Ματθαίον (ιζ΄ 1-9)
Ἐν ταῖς ἡμέραις ἐκείναις, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες.
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ.
Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον.
Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Απόδοση στη νεοελληνική
Κατά τις ἡμέρες ἐκείνες, παίρνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, τὸν ἀδελφόν του, καὶ τοὺς ἀνεβάζει σὲ ἕνα ψηλὸ βουνὸ ἰδιαιτέρως. Καὶ μεταμορφώθηκε μπροστά τους καὶ ἔλαμψε τὸ πρόσωπόν του ὅπως ὁ ἥλιος, τὰ δὲ ἐνδύματά του ἔγιναν ἄσπρα σὰν τὸ φῶς.
Καὶ ἐμφανίσθηκαν εἰς αὐτοὺς ὁ Μωϋσὴς καὶ ὁ Ἠλίας, οἱ ὁποίοι συνωμιλοῦσαν μαζί του.
Τότε ελαβε τὸν λόγον ὁ Πέτρος καὶ εἶπε εἰς τὸν Ἰησοῦν, «Κύριε, καλὸν εἶναι νὰ μείνωμε ἐδῶ. Ἐὰν θέλεις, ἂς κάνωμεν ἐδῶ τρεῖς σκηνές, μίαν γιὰ σένα, μίαν διὰ τὸν Μωϋσὴν καὶ μίαν διὰ τὸν Ἠλίαν».
Ἐνῷ αὐτὸς ἀκόμη ἐμιλοῦσε, ἕνα σύννεφο φωτεινὸ τοὺς ἐσκίασε καὶ μία φωνὴ ἀπὸ τὸ σύννεφο ἔλεγε, «Αὐτὸς εἶναι ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς τὸν ὁποῖον εὐαρεστοῦμαι. Αὐτὸν νὰ ἀκοῦτε». Καὶ ὅταν ἄκουσαν οἱ μαθηταί, ἔπεσαν μὲ τὸ πρόσωπόν τους εἰς τὴν γῆν καὶ ἐφοβήθηκαν πολύ. Καὶ ὁ Ἰησοῦς ἀφοῦ τοὺς ἐπλησίασε, τοὺς ἄγγιξε καὶ εἶπε, «Σηκωθεῖτε καὶ μὴ φοβᾶσθε». Ὅταν δὲ ἐσήκωσαν τὰ μάτια τους δὲν εἶδαν κανένα παρὰ μόνον τὸν Ἰησοῦν.
Καὶ ἐνῷ κατέβαιναν ἀπὸ τὸ βουνό, ὁ Ἰησοῦς τοὺς διέταξε, «Μὴν πῆτε σὲ κανένα τὸ ὅραμα, ἕως ὅτου ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀναστηθῇ ἐκ τῶν νεκρῶν».