Το Αποστολικό Ανάγνωσμα
Προς Γαλάτας επιστολή Παύλου (β΄16–20)
Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.
Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.
Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ἐπειδὴ γνωρίζομεν ὅτι ὁ ἄνθρωπος δὲν δικαιώνεται ἀπὸ τὰ ἔργα τοῦ νόμου ἀλλὰ διᾶ τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν, ἐπιστέψαμε καὶ ἐμεῖς εἰς τὸν Χριστὸν Ἰησοῦν, διὰ νὰ δικαιωθοῦμε διὰ τῆς πίστεως εἰς τὸν Χριστὸν καὶ ὄχι ἀπὸ τὰ ἔργα τοῦ νόμου, διότι ἀπὸ τὰ ἔργα τοῦ νόμου κανεὶς ἄνθρωπος δὲν θὰ δικαιωθῇ.
Ἀλλ’ ἐὰν ἐμεῖς ποὺ ἐζητήσαμε νὰ δικαιωθοῦμε διὰ τοῦ Χριστοῦ, εὑρεθήκαμε καὶ ἐμεῖς ἁμαρτωλοί, ἆραγε ὁ Χριστὸς ἐξυπηρετεῖ τὴν ἁμαρτίαν; Μὴ γένοιτο! Ἐὰν ὅμως οἰκοδομῶ πάλιν, ἐκεῖνα ποὺ ἐγκρέμισα, ἀποδεικνύω τὸν ἑαυτόν μου παραβάτην. Διότι ἐγὼ διὰ τοῦ νόμου ἐπέθανα ὡς πρὸς τὸν νόμον, διὰ νὰ ζήσω ὡς πρὸς τὸν Θεόν.
Ἔχω σταυρωθῆ μαζὶ μὲ τὸν Χριστόν. Δὲν ζῶ πλέον ἐγώ, ἀλλὰ ζῆ μέσα μου ὁ Χριστός, τὴν ζωὴν δὲ τὴν ὁποίαν τώρα ζῶ εἰς τὸ σῶμα, τὴν ζῶ μὲ πίστιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ ὁποῖος μὲ ἀγάπησε καὶ παρέδωκε τὸν ἑαυτόν του πρὸς χάριν μου.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (η΄ 41-56)
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν προς τον Ιησοῦν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
Καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.
Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
Ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.
Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό ἐκείνο, ἦλθε προς τον Ιησοῦ κάποιος, ὀνομαζόμενος Ἰάειρος, ὁ ὁποῖος ἦτο ἀρχισυνάγωγος, καὶ ἔπεσε εἰς τὰ πόδια τοῦ Ἰησοῦ καὶ τὸν παρακαλοῦσε νὰ ἔλθῃ εἰς τὸ σπίτι του, διότι εἶχε μιὰ μοναχοκόρη, ἡλικίας περίπου δώδεκα ἐτῶν, ποὺ ἦτο ἑτοιμοθάνατη. Ἐνῷ δὲ ὁ Ἰησοῦς ἐπήγαινε, ὁ κόσμος τὸν συνέθλιβε.
Κάποια γυναῖκα, ποὺ ἔπασχε ἀπὸ αἱμορραγίαν δώδεκα χρόνια καὶ εἶχε ἐξοδέψει ὅλην τὴν περιουσίαν της σὲ γιατροὺς καὶ δὲν μπόρεσε νὰ θεραπευθῇ ἀπὸ κανένα, ἦλθε κοντά του ἀπὸ πίσω, ἄγγιξε τὴν ἄκρη τοῦ ἐνδύματός του καὶ ἀμέσως ἐσταμάτησε ἡ αἱμορραγία της. Καὶ ὁ Ἰησοῦς εἶπε, «Ποιὸς μὲ ἄγγιξε;». Ἐπειδὴ δὲ ὅλοι τὸ ἠρνοῦντο, εἶπε ὁ Πέτρος καὶ ὅσοι ἦσαν μαζί του: «Διδάσκαλε, ὁ κόσμος σὲ ἔχει περικυκλωμένον καὶ σὲ συνθλίβει καὶ σὺ λές, «Ποιὸς μὲ ἄγγιξε;». Ὁ Ἰησοῦς ὅμως εἶπε, «Κάποιος μὲ ἄγγιξε, διότι αἰσθάνθηκα ὅτι ἐβγῆκε δύναμις ἀπὸ ἐμένα».
Ὅταν εἶδε ἡ γυναῖκα ὄτι δὲν διέφυγε τὴν προσοχήν, ἦλθε μὲ τρόμον, ἔπεσε στὰ πόδια του, καὶ τοῦ εἶπε μπροστὰ σ’ ὅλον τὸν κόσμο τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν ἄγγιξε καὶ πῶς ἀμέσως ἐθεραπεύθηκε.
Αὐτὸς δὲ τῆς εἶπε, «Ἔχε θάρρος, κόρη μου, ἡ πίστις σου σὲ ἔσωσε, πήγαινε εἰς εἰρήνην».
Ἐνῷ ἀκόμη μιλοῦσε, ἔρχεται κάποιος ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγώγου καὶ τοῦ λέγει, «Ἡ θυγατέρα σου πέθανε, μὴν ἐνοχλῇς πλέον τὸν διδάσκαλον». Ὁ δὲ Ἰησοῦς, ὅταν τὸ ἄκουσε, τοῦ εἶπε, «Μὴ φοβᾶσαι· μόνον πίστευε καὶ θὰ γίνῃ καλά».
Ὅταν ἔφθασε εἰς τὸ σπίτι, δὲν ἐπέτρεψε σὲ κανένα νὰ μπῇ μαζί του, παρὰ εἰς τὸν Πέτρον, τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον καὶ εἰς τὸν πατέρα τοῦ κοριτσιοῦ καὶ εἰς τὴν μητέρα.
Ἔκλαιγαν δὲ ὅλοι καὶ τὴν θρηνολογοῦσαν. Αὐτὸς δὲ εἶπε, «Μὴν κλαῖτε· δὲν ἐπέθανε ἀλλὰ κοιμᾶται». Καὶ τὸν εἰρωνεύοντο, διότι ἤξεραν ὅτι εἶχε πεθάνει.
Ἀλλ’ αὐτὸς ἀφοῦ ἔβγαλε ὅλους ἔξω, ἔπιασε τὸ χέρι της καὶ ἐφώναξε, «Κορίτσι, σήκω ἐπάνω». Καὶ ἐπέστρεψε τὸ πνεῦμα της, ἐσηκώθηκε ἀμέσως, καὶ ὁ Ἰησοῦς διέταξε νὰ τῆς δώσουν νὰ φάγῃ. Οἱ γονεῖς της ἐξεπλάγησαν, αὐτὸς δὲ τοὺς παρήγγειλε νὰ μὴ ποῦν σὲ κανένα τί συνέβη.