Ἀδελφοί, ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.
Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, καὶ ἐκεῖνος ποὺ ἁγιάζει καὶ ἐκεῖνοι ποὺ ἁγιάζονται, ἔχουν ὅλοι τὴν ἴδιαν καταγωγήν. Διὰ τὸν λόγον αὐτόν, δὲν ἐντρέπεται νὰ τοὺς ὀνομάζῃ ἀδελφούς, ὅταν λέγῃ, Θὰ ἀναγγείλω τὸ ὄνομά σου εἰς τοὺς ἀδελφούς μου, εἰς τὸ μέσον συνάξεως θὰ σὲ ὑμνήσω, καὶ πάλιν, Ἐγὼ θὰ ἔχω τὴν πεποίθησίν μου εἰς αὐτόν, καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδιὰ τὰ ὁποῖα μοῦ ἔδωσε ὁ Θεός.
Ἐπειδὴ λοιπὸν τὰ παιδιὰ ἔχουν αἷμα καὶ σάρκα, διὰ τοῦτο καὶ αὐτός, κατὰ παρόμοιον τρόπον, ἔγινε μέτοχος τῶν ἰδίων, διὰ νὰ καταργήσῃ διὰ τοῦ θανάτου ἐκεῖνον ποὺ ἔχει τὴν δύναμιν τοῦ θανάτου, δηλαδὴ τὸν διάβολον, καὶ νὰ ἐλευθερώσῃ ἐκείνους πού, ἀπὸ τὸν φόβον τοῦ θανάτου, ἦσαν ὑποδουλωμένοι καθ’ ὅλην τὴν ζωήν των. Διότι βέβαια, δὲν ἔρχεται νὰ βοηθήσῃ ἀγγέλους, ἀλλὰ ἔρχεται νὰ βοηθήσῃ ἀπογόνους τοῦ Ἀβραάμ. Διὰ τοῦτο ἔπρεπε νὰ γίνῃ καθ’ ὅλα ὅμοιος μὲ τοὺς ἀδελφούς του, διὰ νὰ εἶναι εὐσπλαγχνος καὶ πιστὸς ἀρχιερεὺς εἰς τὴν ὑπηρεσίαν τοῦ Θεοῦ, ὥστε νὰ μπορῇ νὰ ἐξιλεώνῃ τὰς ἁμαρτίας τοῦ λαοῦ. Διότι, ἐπειδὴ ὑπέφερε ὁ ἴδιος μὲ ὅσα ἐδοκιμάσθηκε, εἶναι ἱκανὸς νὰ βοηθήσῃ ἐκείνους ποὺ δοκιμάζονται.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (α΄ 24-38)
Τῷ καιρῷ εκείνῳ, συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.
᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί. Ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ρῆμα.
Εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ρῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.
Απόδοση στη νεοελληνική:
Τὸν καιρό εκείνο, ἡ Ἐλισάβετ, ἡ γυναῖκά Ζαχαρίου, ἔμεινε ἔγκυος καὶ ἔκρυβε τὸν ἑαυτόν της ἐπὶ πέντε μῆνας καὶ ἔλεγε, «Αὐτὸ μοῦ ἔκανε ὁ Κύριος κατὰ τὰς ἡμέρας, ποὺ ἐνδιαφέρθηκε νὰ μοῦ ἀφαιρέσῃ τὴν ἐντροπὴν μεταξὺ τῶν ἀνθρώπων».
Κατὰ δὲ τὸν ἕκτον μῆνα ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τὸν Θεὸν εἰς πόλιν τῆς Γαλιλαίας, ποὺ ὠνομάζετο Ναζαρέτ, πρὸς παρθένον, ἡ ὁποία ἦτο μνηστευμένη μὲ ἄνδρα ὀνομαζόμενον Ἰωσὴφ ἀπὸ τὸν οἶκον τοῦ Δαυΐδ καὶ τὸ ὄνομα τῆς παρθένου ἦτο Μαριάμ. Καὶ ὅταν παρουσιάσθηκε εἰς αὐτὴν ὁ ἄγγελος τῆς εἶπε, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος εἶναι μαζί σου, εὐλογημένη εἶσαι σὺ μεταξὺ τῶν γυναικῶν».Αὐτὴ δὲ μόλις τὸν εἶδε, ἐταράχθηκε μὲ τὰ λόγια αὐτὰ καὶ ἐσκέπτετο τί σημαίνει ὁ χαιρετισμὸς αὐτός.
Καὶ ὁ ἄγγελος τῆς εἶπε, «Μὴ φοβᾶσαι, Μαριάμ, διότι εὑρῆκες χάριν ἐκ μέρους τοῦ Θεοῦ. Θὰ μείνῃς ἔγκυος καὶ θὰ γεννήσῃς υἱὸν καὶ θὰ τὸν ὀνομάσῃς Ἰησοῦν. Αὐτὸς θὰ εἶναι μέγας καὶ θὰ ὀνομασθῇ Υἱὸς τοῦ Ὑψίστου καὶ θὰ τοῦ δώσῃ ὁ Θεὸς τὸν θρόνον τοῦ Δαυΐδ τοῦ πατέρα του, καὶ θὰ βασιλεύσῃ εἰς τὸν οἶκον τοῦ Ἰακὼβ αἰωνίως καὶ ἡ βασιλεία του δὲν θὰ ἔχῃ τέλος».
Εἶπε δὲ ἡ Μαριὰμ πρὸς τὸν ἄγγελον, «Πῶς θὰ γίνῃ αὐτὸ, ἀφοῦ δὲν ἔχω ἄνδρα;».
Ὁ ἄγγελος ἀπεκρίθη, «Πνεῦμα Ἅγιον θὰ ἔλθῃ σ’ ἐσὲ καὶ ἡ δύναμις τοῦ Ὑψίστου θὰ σὲ σκιάσῃ· διὰ τοῦτο καὶ τὸ ἅγιον ποὺ θὰ γεννηθῇ θὰ ὀνομασθῇ Υἱὸς τοῦ Θεοῦ. Καὶ ἡ Ἐλισάβετ ἡ συγγενής σου, συνέλαβε καὶ αὐτὴ υἱὸν εἰς τὰ γεράματά της καὶ αὐτὴ ποὺ θεωρεῖται στεῖρα, εἶναι τώρα εἰς τὸν ἕκτον μῆνα της, διότι κανένα πρᾶγμα δὲν εἶναι ἀδύνατον εἰς τὸν Θεόν».
Εἶπε τότε ἡ Μαριάμ, «Ἰδοῦ ἡ δούλη τοῦ Κυρίου· ἂς μοῦ γίνῃ ὅπως εἶπες». Καὶ ἔφυγε ἀπ’ αὐτὴν ὁ ἄγγελος.