ΑΠΟΣΤΟΛΟΣ ΙΩΑΝΝΟΥ Α΄ (δ΄ 12-19)

Ἀγαπητοί, Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷμένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸςἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμενἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷκόσμῳ τούτῳ.
Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.



Ἀπόδοση στη νεοελληνική:

Ἀγαπητοί, τὸν Θεὸν δὲν τὸν ἔχει ἰδῆ κανεὶς ποτέ. Ἐὰν ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον, ὁ Θεὸς μένει μέσα μας καὶ ἡ ἀγάπη του ἔγινε τελεία μέσα μας. Μὲ τοῦτο ξέρομεν ὅτι μένομεν ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἡμῖν, διότι  μᾶς ἔδωκε ἀπὸ τὸ Πνεῦμά του. Καὶ ἐμεῖς ἔχομεν ἰδῆ καὶ μαρτυροῦμεν ὅτι ὁ Πατέρας ἔστειλε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου.
Ὅποιος ὁμολογήσῃ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς μένει ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ Θεῷ. Ἐμεῖς ἐγνωρίσαμε καὶ ἐπιστέψαμε εἰς τὴν ἀγάπην ποὺ ἔχει ὁ Θεὸς γιὰ μᾶς. Ὁ Θεὸς εἶναι ἀγάπη καὶ ὅποιος μένει εἰς τὴν ἀγάπη μένει ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς μένει ἐν αὐτῷ. Διὰ τὸν σκοπὸν αὐτὸν ἔχει γίνει σ’ ἐμᾶς τελεία ἡ ἀγάπη: διὰ νὰ ἔχωμεν θάρρος κατὰ τὴν ἡμέραν τῆς κρίσεως, διότι καθὼς εἶναι ἐκεῖνος εἰς τὸν κόσμον τοῦτον, εἴμεθα καὶ ἐμεῖς.
Φόβος δὲν ὑπάρχει εἰς τὴν ἀγάπην, ἀλλ’ ἡ τελεία ἀγάπη διώχνει τὸν φόβον, διότι ὁ φόβος περιέχει τιμωρίαν, καὶ ἐκεῖνος ποὺ φοβᾶται δὲν εἶναι τέλειος εἰς τὴν ἀγάπην. Ἐμεῖς τὸν ἀγαπᾶμε, διότι αὐτὸς πρῶτος μᾶς ἀγάπησε.


ΕΥΑΓΓΕΛΙΟΝ  Κατά Ιωάννην (ιθ΄ 25-27, κα΄ 24-25)

Τῷ καιρῷ ἐκείνω, εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου.
Εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥραςἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό ἐκείνο, κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἐστέκοντο ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ σύζυγος τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή.
Ὅταν εἶδε ὁ Ἰησοῦς τὴν μητέρα του καὶ τὸν μαθητὴν ποὺ ἀγαποῦσε, νὰ στέκεται κοντά της, εἶπε εἰς τὴν μητέρα του «Γυναῖκα, νά ὁ υἱός σου».
Ἔπειτα εἶπε εἰς τὸν μαθητήν, «Νά ἡ μητέρα σου». Καὶ ἀπ’ ἐκείνην τὴν ὥραν τὴν ἐπῆρε ὁ μαθητὴς στὸ σπίτι του.
Αὐτὸς εἶναι ὁ μαθητὴς ποὺ μαρτυρεῖ γι’ αὐτὰ καὶ τὰ ἔγραψε καὶ ξέρομεν ὅτι ἡ μαρτυρία του εἶναι ἀληθινή.
Ὑπάρχουν καὶ πολλὰ ἄλλα ποὺ ἔκανε ὁ Ἰησοῦς, τὰ ὁποῖα, ἐὰν γραφοῦν καθένα, νομίζω ὅτι οὔτε αὐτὸς ὁ κόσμος δὲν θὰ χωροῦσε τὰ βιβλία ποὺ θὰ ἐγράφοντο. Ἀμήν.