Ο Απόστολος Προς Τιμόθεον Α΄ επιστολή Παύλου (β΄ 1–7) Τέκνον Τιμόθεε, παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν.
Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ.
Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;
Απόδοση στη νεοελληνική:
Καὶ τοῦ ἔδωκαν τὸ βιβλίον τοῦ Ἡσαΐα τοῦ προφήτου καὶ ἀφοῦ τὸ ξετύλιξε εὑρῆκε τὸ μέρος, ὅπου ἦτο γραμμένον, «Πνεῦμα Κυρίου εἶναι ἐπάνω μου, διότι μὲ ἔχρισε. Μὲ ἔστειλε νὰ φέρω εἰς τοὺς πτωχοὺς χαρμόσυνον ἄγγελμα, νὰ θεραπεύσω ἐκείνους ποὺ ἔχουν συντετριμμένην καρδιά, νὰ κηρύξω εἰς αἰχμαλώτους ἀπελευθέρωσιν καὶ εἰς τοὺς τυφλοὺς ἀνάβλεψιν, νὰ ἐλευθερώσω ἐκείνους ποὺ πιέζονται, νὰ κηρύξω τὸ ἔτος τῆς εὐνοίας τοῦ Κυρίου.»
Καὶ ἀφοῦ ἐτύλιξε τὸ βιβλίον καὶ τὸ ἔδωκε εἰς τὸν ὑπηρέτην ἐκάθησε καὶ τὰ μάτια ὅλων εἰς τὴν συναγωγὴν ἦσαν προσυλωμένα ἐπάνω του.
Ἄρχισε δὲ νὰ τοὺς λέγει, «Σήμερα ἔχει ἐκπληρωθῆ εἰς τὰ αὐτιά σας ἡ γραφὴ αὐτή». Καὶ ὅλοι συγκατένευαν πρὸς αὐτὸν καὶ ἐθαύμαζαν διὰ τὴν χάριν τῶν λόγων ποὺ ἔβγαιναν ἀπὸ τὸ στόμα του καὶ ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ὁ υἱὸς τοῦ Ἰωσήφ;».
